cpr;1;11

Canonical URI: http://papyri.info/ddbdp/cpr;1;11

Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek

ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Ἀπελλαίου
ιβ Φαῶφι ιβ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ [Ἀ]ρσινοείτ[ου] νομοῦ· ὁμολογοῦσιν ἀλλήλοις Στοτοῆτις ὡς ἐτῶν τριάκοντα πέντε οὐληι (*) μετώπωι ἐξ ἀριστερῶν καὶ Ὡρίων ὡς ἐτῶν τριάκοντα δύο
[ο]ὐλὴ μετώπῳ μέσωι ἀμφότεροι Πανεφρόμμεως διειρῆσθαι (*) πρὸς ἑαυτοὺς [ἀ]πὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον ἑκατέρῳ αὐτῶν τέταρτον μέρος κοινὸν κ[αὶ] ἀδιαίρετον οἰ[κί]ας {οἰκίας} ἐν ᾗ ἐλαιουργῖον καὶ αὐλῆ[ς] καὶ ἑτέρας ὁμοίως οἰκίας καὶ τῶν συνκυρούντων πάντων ἐν κώμ[ῃ] [Σ]οκνοπαίου Νήσωι τῆς Ἡρακλείδου μερίδος καὶ ἐξ ἧς (*) πεποίηνται πρὸς ἑα[υτοὺς]
[ἐ]ξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως ἐπανειρῆσθαι τὸν μὲν Στοτο[ῆτιν] [π]ρὸς τῷ ἐπιβάλλοντι αὐτῷ τετάρτῳ μέρει τῆς ἀπὸ ἀπηλιώτου οἰκίας ἐ[ν ᾗ] ἐλαιουργῖον καὶ αὐλὴ καὶ τὸ ἐπιβάλλον τῷ Ὡρίωνι τούτων τέταρτον μέ[ρο]ς ὥστʼ εἶναι αὐτοῦ Στοτοήτιος ἥμισυ μέρος τῆς οἰκίας καὶ ἐλαιουργίου καὶ αὐλῆς καὶ χρηστηρίων· γείτονες δὲ ὅλων καθὼς ἐκ συμφώνου ὑπηγόρευον (*) νότου
Τεσενούφιος οἰκία, βορρᾶ εἴσοδος καὶ ἔξοδος, λιβὸς ῥύμη βασιλική, ἀπηλιώτου Πισάιτος οἰκία· τὸν δὲ Ὡρίωνα καὶ αὐτὸν κεκληρῶσθαι πρὸς τῷ ἐπιβάλ- [λο]ντι αὐτῷ τετάρτῳ μέρει τῆς ἀπὸ λιβὸς οἰκίας καὶ τὸ ἐπιβάλλον τῷ Στοτοήτι [τ]έταρτον μέρος ὥστʼ εἶναι αὐτοῦ Ὡρίωνος ἥμισυ μέρος τῆς ἀπὸ λιβὸς οἰκίας· [γ]είτονες δὲ ὅλης νότου Ἀπύγχειος οἰκία, βορρᾶ ῥύμη (*) βασιλικηι (*), λιβὸς εἴσοδος καὶ ἔξοδος, ἀπηλιώτου Στοτοήτιος τοῦ Πανεφρόμμεως οἰκία· τὰς δὲ καὶ ― ἐκπλ[η]ρούσας ἧς κεκλήρωται ὁ Στοτοῆτις καθότι προκλει (*) μερίδος παρʼ ἣν κεκλή- [ρω]ται ὁ Ὡρίων μερίδα ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι αὐτόθεν ἀπεσχ[ηκ]έναι [τὸν] Ὡρίωνα παρὰ τοῦ Στοτοήτιος παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου. ἐνμενέτωσαν [οὖν οἱ] (*) ὁμολογοῦντες καὶ ἑκάτερος αὐτῶν καὶ οἱ παρʼ αὐτῶν ἐν τοῖς ἑκουσίως ὡμολογη- [μένοις] καὶ διειρημένοις ἕκαστον δʼ αὐτῶν κρατεῖν καὶ κυριεύειν ὧν κεκλήρωται καὶ [θέ]σθαι περὶ αὐτῶν ἃ[ς] (*) ἐὰν αἱρῆται οἰκονομίας καὶ μὴ ἐπελεύσασθαι ἕτερον μηδὲ τοῦς παρʼ αὐτοῦ [ἐ]πὶ τὸν ἕτερον μηδʼ ἐπὶ τοὺς παρʼ αὐτοῦ περὶ μηδενὸς τῶν διειρημένων μηδʼ ἐπὶ μέρος αὐτῶν
[τρ]όπῳ μηδενί· ὅτι δʼ ἂν τῶν προγεγραμμένων παρασυνγράφωσι οἱ ὁμολογοῦντες ἀπο[τισάτω] [ὁ πα]ραβὰς τῷ ἐνμένοντι [π]αρ[α]χρῆμα τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀρ[γυρίο]υ δραχ[μὰς]
[πεν]τακοσίας χωρὶς τοῦ τὰ προγεγραμμένα κύρια εἶναι. ὑπογραφεῖς τοῦ μὲν [Στοτ]οήτιος [Πτο]λεμαῖος Πτολεμαί(ου) ὡς ἐτῶν ἑξήκοντα οὐλὴ πήχι (*) δεξιῷ, τοῦ δὲ Ὡρίωνος Ζωίλος Διδύμου ὡς ἐτῶν [πε]ντήκοντα τρίων οὐλὴ ῥινὶ μέσῃ. (hand 2) Ὡρίων Πανεφρέμμεως ὁμολογῶ ἀν[ε]νηνο- [χέν]αι (*) τὴν πρὸς τὸν ἀδελφόν μου Στοτοῆτιν διαίρεσι[ν καὶ] ἀπέ- [χ]ω̣ (*) τὰς πρηρούσας (*) ἀργυρίου δραχμὰς διακοσίας ἴκοσι (*) καὶ εὐ[δό]κημαι (*) [τῇ] διαιρέσει καὶ οὐκ ἐπελεύσομαι καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐ[το]ῦ Ζωίλος Διδύμου μὴ εἰδότος γράμματα. (hand 3) Στοτοῆτις Πανεφρέμεως (*) ὁμολογῶ ἀνε- [νηνοχέναι] (*) [τὴν] πρὸς τὸν ἀδελφόν μου Ὡρίωνα διαίρεσιν [καὶ ̣ ̣ ̣ ̣ ̣ ] [̣ ̣ ̣ ̣ ̣ καὶ οὐκ] ἐπελεύσομαι καθὼς πρόκειται. ἔγραφον ὑπὲρ αὐτοῦ [Πτολεμαῖ]ος Πτολεμαίου μὴ εἰδότος γράμματα.
(hand 1) ἐντέτακ(ται) (*) Φαῶ(φι) ιβ

Latin

(ἔτους) ιβ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ

Translation

In the twelfth year of the Emperor Caesar Nerva Trajanus Augustus Germanicus Dacicus, in the month of Apellaios, on the twelfth day of Phaios, in Ptolemaïs Euergetis of the [Arsinoite] nome: they agree with each other, Stotoitis, that for thirty-five years, the property is to be divided equally between them, with each having a quarter share of the house in which there is an olive press and courtyard, and similarly of other houses and all that is adjacent in the village of Socnopaiou Nēsos of the Heracleid district, and from which they have been established among themselves. From the good will of the lot division, it is to be repeated that Stotoitis is to the one imposing upon him the fourth part of the house from the sunlit area in which there is an olive press and courtyard, and the one imposing upon Horion the fourth part of these properties, so that Stotoitis has half of the house and the olive press and courtyard and the storages; and the neighbors of all, as they have agreed, testify to the south. ...

Similar Documents