p.cair.masp;1;67097

Canonical URI: http://papyri.info/ddbdp/p.cair.masp;1;67097

Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek

ι̣λ̣νων γῃ̣δ̣ί̣ω̣ν̣ ἐκ λ̣[ι]β̣ὸ̣ς τ̣ῆ̣ς̣ χε̣ρσ̣α̣μ̣π̣έ̣λ̣[ου, σὺν χρηστηρίοις ἅ̣π̣α̣σ̣ι̣] καὶ παντοίο̣ις
καὶ φοίνιξι καὶ ληνοπίθῳ καὶ ὁλοκλήρῳ λάκκῳ καὶ μονῇ κ̣α̣ὶ̣ πύργῳ̣ [τε καὶ τ]ῇ̣ ἐ̣κ̣εῖσ̣ε ἁγ̣ίᾳ ἐ̣κκ̣λ̣η̣σ̣ί̣[ᾳ] κ̣[αλο]υμένῃ
Ἄπ̣α̣ Π̣όννιτος καὶ πᾶσι τοῖς σ̣υ̣ν̣η̣μ̣μ̣έ̣ν̣ο̣ι̣ τῷ] α̣ὐ̣τῷ κτή̣μ̣ατι
δικαίοις τ̣ε̣ κ̣[αὶ γείτο̣ν[ε]ς̣ δὲ τοῦ προκ̣(ειμένου) [κτήματος το(ῦ) πραθέντος σοι πα]ρ̣ʼ ἐμοῦ̣ νῦν̣
μετὰ παντὸς αὐτο(ῦ) το(ῦ) δικαίου καὶ τῆς καθόλου περιοχῆς, εἰσὶ
ν[ο]\ὗ/[τ]\οι/
ἐ̣πὶ μὲν νότου ὅρια τῶν ἀρουρῶν Ὡρου[ω]γχίου Σενελαλε,
[ἐπὶ δὲ ἀπη]λι[ώ]τ̣ου γῄδια τ̣ο̣(ῦ) γεωργίου̣ τῆς ἁγίας [καθολικῆς(?) ἐ]κ̣κ̣[λ]η̣[σίας]
Ἄπα Μουσαίου, ἐπὶ δὲ βορρᾶ γῄδια Ταντβεο(υ) \τοῦ̣/ Β̣[ό]ττου
Προμαῶτος,
ἐπὶ δὲ λιβὸς δημοσία ὁδὸς τοῦ ὄρους, ἢ οἷ̣ο̣ι̣ ἂν ὦσι
γείτονες πάντῃ πάντοθεν· τιμῆς δὲ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης
καὶ συ̣ν̣[α]ρ[εσ]ά̣σης τελείας κα̣[θαρ]ο̣ῦ̣ χ̣ρ̣υσο(ῦ) νομίσματα δώδεκα ,
ἕκαστον παρὰ κεράτια δύο , τ[ῷ] χρυσοχοϊ
κῷ σταθμῷ τῆς α\ὐ/τῆς κώμης. γί(νεται) χρ(υσοῦ) νο(μίσματα)
ιβ π(αρὰ) κ(εράτια) κδ , ἅ̣περ ταῦτα τῆς τιμῆς χρύσινα
[ἀπείλη]φ̣α
ἐγὼ ὁ ἀποδόμενος Ἑρμαύως πα̣[ρὰ σ]ο̣(ῦ) [τοῦ] πριαμένου
Ἰσακίου Γεωργίου διὰ χειρ̣ό̣ς̣ σ̣[ο(υ)] εἰς χεῖράς μ̣[ο(υ)], π̣[αρόντων τῶν ἑξῆς]
ὑπογραφόντων μαρτύρων, ἀριθμῷ \καὶ/ σταθ̣μῷ, ἅ[μ]α \τ/ῇ παρού̣σ̣ῃ πράσει
γενομένῃ
σοι παρʼ ἐμο(ῦ), ἐφʼ ᾗτινι εὐδοκῶ καὶ πίθωμαι
πρὸς τὼ σὲ
ἀπεντεῦθεν κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν το(ῦ) προδηλω̣θέντος
ὁλοκλήρου πατρῴου κτήμ[ατος μετὰ πα]ν̣τὸς αὐτο(ῦ) το(ῦ) δικαίου καὶ
χρηστηρίων ἁπάντων, ἀπὸ τοῦ νῦν ὡς προεῖπον ἐπὶ τὸν ἀεὶ καὶ παντελῆ
χρόνο, καὶ ἐξεῖνα̣[ί] σοι ἐπʼ αὐτῷ πάντα πράττειν κατὰ πᾶσαν
[αὐτοτελ]ῆ̣ ἐξ̣ουσίαν δε
καὶ α\ὐ/θεντίαν, καὶ νέμεσθ[αι τοῦτο] κ̣α̣ὶ̣ κτήσασθαι
καὶ παραπέμπειν ἐπὶ κληρονόμους σοὺς παντοίους [καὶ διαδόχους]
καὶ διακατόχους, ἢ καὶ μεταποιεῖν καὶ ἐκποιεῖν το(ῦ)το καὶ χρήσασθαι,
καὶ ἀντικαταλ\l/άττ\ε/σθαι
οἷς βούλει προσώποις
ἁπαξαπλῶς, παντὶ τρόπῳ
κυριευτικῷ χρήσασθαι διὰ παντὸς εἰς τὸ παντελές, ἀκωλύτως καὶ
ἀνεμποδίστως καὶ ἀνεγκλήτ\ω/[ς]
[ἐπάνα]γ̣κες ὑπʼ ο\ὐ/δενὸς τὸ σύνολον
τῶν ἐμοὶ διαφερόντων ἐκ πάσης συνγενείας μο(υ). καὶ ἑτοίμως ἔχω ἐγὼ
καὶ κληρονόμοι μου παντοῖοι ἀεί ποτε καὶ διάδοχ\οι/
καὶ διακάτοχ\οι/
βεβαιώσασθαί
σ̣ο̣ι̣ κ̣α̣ὶ̣ καθα̣ροπο̣ι̣ή̣σ̣ασθαι, καὶ κληρονόμοις σοῖς [καὶ δια]δ̣όχοις καὶ
διακατόχοις, τὴν το(ῦ) προκ(ειμένου) ὁλοκλήρο(υ) κτ̣ή̣[ματο]ς κ̣α̣ὶ πραθέντος σοι̣
παρʼ ἐμοῦ καθαρὰν νομήν τε καὶ δεσποτείαν, μὴ π̣ρουποκειμένην οἵῳ
δήποτε ὀφλήματι δημοσίῳ τε καὶ ἰ
διωτικῷ, ἀλλὰ πᾶσαν ἄδειάν σοι δίδωμι,
ἀπὸ τοῦ νῦν διὰ παντὸς εἰς τὸ πα̣ντ[ελ]έ̣ς, το(ῦ)το οἰκονομεῖν καὶ βελ[τ]ιοῦν,
ἢ καὶ φορο\λό/γειν καὶ ἐκμισθώσασθαι καὶ καρποῦσθαι, καὶ ἀνάξαι εἰς φυτεί̣αν
ἀμπέλου τε καὶ παντοίων φυτῶν, καὶ συγκομίσασθαι τοῦτο καθ’
ἔτος, καὶ εἰσφέρειν
τῷ δημοσίῳ λόγῳ τὴν πᾶσαν αὐτο(ῦ) συντέλειαν ἔν τ\ε/
σίτῳ ἐμβολῆς καὶ ναύλοις
καὶ χρυσικοῖς παντοίοις δημοσίοις τίτλοις, πρὸς τ̣[ὴν ἀπο]γ̣ρ̣α̣φὴν
τοῦ
[δη]μοσίου κώδικο̣ς [τ]οῦ τῆς λογίας μ[ν]ήμης Ἰ
ωάννου ἀπογενομένου
σχολαστικο(ῦ) καὶ κηνσίτορος, καὶ κατὰ μίμησιν πάν̣τω̣[ν] τῶ[ν]
κτητόρων
τῆς αὐτῆς κώμης Ἀφροδίτης, ἀποκρίνασθαί σε τὰ
παντοῖα τούτο(υ) βάρη δι\η/νεκῶς
πρὸς τὴν ἀν\η/νεχθεῖσαν
κατὰ τοῦ αὐτοῦ
κτήματος τοῦ αὐτοῦ σοφωτάτου ἀνδρός <μέτρησιν>
, ἀρξάμενόν \σε/ τὴν τούτο\υ/ δημοσίου
εἰσφορὰν ποιήσασθαι ἀπὸ καρπῶν καὶ κανόνος τῆς σὺν Θεῷ μελλούσης ἕκτης ἰ
νδ(ικτίονος)
καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντ[ελές σου καὶ τ]ῶ̣ν̣ σῶν
[ἀ]ε̣[ί π]ο̣τε κ[ληρονόμων καὶ] διαδόχων καὶ δι[ακα]τόχ̣[ων]· μηδενὸς ὑμῖν
ἐνα[ντ]ιο̣υ̣μ̣ένο(υ) ἢ ἀναντινοησομένο(υ)
πώπ̣ο̣τ̣ε̣, μήτε δυνησομένο(υ)
κ̣[ρ]ί̣νειν καθʼ ὑ
μῶν περὶ τούτο\υ/ ἐν οἵ[ῳ] δήποτε καιρῷ ἢ χρόνῳ, ἐν δικαστηρίῳ
οἵῳ δήποτε ἢ ἐκτὸς δικαστηρίου, μικροῦ ἢ μεγάλου, περὶ πλείονος
ἢ περὶ ἐλάσσονος τιμῆς, ⟦περὶ⟧ περαιτέρω ταύτης τῆς προσημανθεῖσαν
καὶ ἀρεσθείσης νῦν μεταξὺ ἡμῶν ἀμφοτέρων, ἀλλὰ καὶ ἑτοίμως ἔχω
ἐγώ δε
καὶ παντοῖοί μου κληρονόμοι ἀποστρ̣έψα̣ι̣ [καὶ ἀποστ]ῆ̣[σ]αι
πάντα ἄνθρωπον
ἐπελευσόμενον κατὰ σο(ῦ) τε καὶ κληρονόμων σῶν
[καὶ διαδόχων, ἢ ἀ]ντι[ποιη]θ̣ησόμ̣[ενον] το(ῦ) προειρ̣ημ̣έ̣ν̣ου κ[τή]ματος ἐκ μέρ̣ο̣(υ)ς̣
αὐτο\ῦ/ ἢ̣ ἐ̣κ̣ κ̣εφαλαίου, ἰ
δίοι[ς ἡ]μῶν ἀναλώμασι καὶ δαπανήμασι , κινδύνῳ
καὶ πόρῳ τῆς παντοί
ας μου ὑποστάσ[εως, γ]ε̣ν̣ικῶς κ̣α̣ὶ̣ ἰ̣
δ̣ι[κῶς]
ἐνεχύρου λόγῳ καὶ ὑ
ποθήκης δικαίῳ ὑ
ποκειμένης ὑμῖν εἰς τὴν
βεβαίωσιν ἀεί ποτε καὶ καθαροποίησιν ταύτης τῆς παρʼ ἐμοῦ διαπράσεως
κ̣[υ]ρ̣[ί]α\ς/ ο̣ὔ̣[σ]η̣[ς] καὶ β̣εβαία̣ς πανταχοῦ προφερομένης, καθ̣ʼ [ὅ]σ̣ο̣ν
ἤδη ἐβεβαίωσα
καὶ βεβαιώσω ὑ
μῖν πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου
ἢ ἀντιπ[οιηθησο]μένο[υ τ]ο̣(ύ)το(υ) πάντοτε
, ἐξ οὗ μέρ[ο]ς οἷον δήποτε καθʼ οἷον
δ[ήποτε τρό]πον μὴ̣ κ̣[α]τὰ χε[ῖ]ρας ἐμοί τ̣ε̣ κ̣α̣ὶ̣ κληρονόμοις μο(υ), ἀλλὰ καὶ
ἐκ τοῦ συνόλου πεπρά̣μενόν σοι δέδοτ̣α̣ι̣ τὸ [π]ρο̣ε̣ιρη̣[μένον ὁλόκληρον]
κτῆμα ὡς ἂν ὠφεί̣λ̣εται
. καὶ εἰ ἧττον φροντίζομεν τῆς αὐτοῦ βεβαιώσεώς
τε καὶ καθαροποιήσεως
ἐγώ τε καὶ κληρονόμοι
μου διὰ παντὸς εἰς τὸ παντελές,
τριπλασίω̣ς̣ τὸ προκ(είμενον) τ[ο(ύ)]τ̣ο̣(υ) τίμημα ἀποδώσομεν κ[αὶ] \τὰ/ [πα]ν̣τοῖα
ὡσα\ύ/τως
διπλᾶ ἀναλώματα καὶ δαπανήματα τὰ εἰς βελτίωσιν τούτο\υ/ καὶ καλλιέργειαν
ἀναλωθησόμενα παρὰ σο(ῦ), μετὰ καὶ τοῦ μετὰ ταῦτα εἶναι τὴν παρο(ῦ)σαν
[ἔ]γ̣γ̣ρ̣α̣φ̣ο̣ν̣ πρᾶσιν κ[υρ]ί̣[αν] καὶ βεβαίαν κ̣α̣ὶ̣
σ̣τ̣ιπ̣η καὶ ἀσ\άλ/ευτον καθ
ὅτι
καὶ ἔ̣στιν· καὶ ἐφʼ ἅπα[σι] τ̣ο̣ῖς ἐν αὐ̣τ̣ῇ̣ π̣ρ̣ο̣γ̣ε̣[γρ]αμμέν̣οις ὁμολογ̣ήμασι
ἐπερευτηθεὶ̣ς̣ παρὼν παρὰ παρ[ό]ν̣των μαρτ[ύ]ρ̣ων, ὡμολόγησα.
ταῦθʼ οὕτως ἔχειν δώ̣σ̣ε̣ιν ποι̣εῖν̣ φυλάττειν εἰς πέρας ἄ[γ]ε̣ι̣ν {ὡμολόγησα}.
εὔδηλον δὲ ὅτι τῶν δημοσίων τοῦ αὐτο\ῦ/ κτήματος παντὸς τοῦ παρωχηκότος
χρόνου
μέ[χρ]ι τῆς̣ π̣[αρ]ο̣ύ̣σ̣ης πέμπτης ἰ
νδ(ικτίονος) καὶ αὐ̣τ̣ῆς, ἔν̣ τε σ̣ί̣τ̣ῳ κ̣α̣ὶ̣

Latin

πα(ρὰ) Διοσκόρο(υ) υἱοῦ Ἀπολλῶτος τῷ ἀδελφ(ῷ) Μηνᾷ υἱοῦ Ἀ[βρ]ααμίο(υ), κεφαλαιωτ(ῇ) τῶν ποιμ(ένων) κώμ(ης) Ἀφ(ροδίτης), χ(αί)ρ(ειν).
ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σο(ῦ) τῆς τιμ(ῆς) τοῦ ὑπὸ σὲ βοσκ(ήματος) τόπ(ου) Ν̣έου λάκκο(υ) τοῦ ὄρους καλου̣μ̣έ(νου) Σατιβο(υ)ς, ὑπ(ὲρ) ἑβδόμ(ης) κ(αὶ) ὀγδόης τῆς σὺν Θ(ε)ῷ μελλ(ούσης) ἰνδ(ικτίονος),
το(ῦ)τʼ ἔστι σίτ(ου) ἀρταβ(ῶν) πέντε. γί(νονται) (ὁμοῦ) σί(του) (ἀρτάβαι) ε, ὑπ(ὲρ) λοιπ(ῆς) τ̣ι̣μ(ῆς) ἐκ πλήρ(ους) τῶν β ἰνδ(ικτιόνων), ἀντὶ τῆς ἐκ πλήρ(ους) τιμ(ῆς) το(ῦ) πρα̣θ̣(έντος) \μοι/ παρὰ σο(ῦ) ταύρο(υ). καὶ εἰς σὴν ἀ̣[σφάλ(ειαν)] πεποίημαι το(ῦ)το τὸ ἐντάγι<ον> ὡς πρόκ(ειται). Χοιὰκ κζ ἰνδ(ικτίονος). ὁ αὐτὸς ἐγὼ Διόσκο̣[ρος] στοιχ(εῖ) μοι ὡς πρόκ(ειται).

Translation

The text appears to be a legal document or contract, possibly related to land ownership or property rights, detailing various rights and responsibilities of the parties involved. It includes references to specific locations, measurements, and legal terms, indicating a formal agreement. The Latin section also seems to refer to a similar context, mentioning a person named Dioscorus and a property transaction involving grain.

Similar Documents