p.dryton;1;3

Canonical URI: http://papyri.info/ddbdp/p.dryton;1;3

Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek

Ἔτους μδ Παῦνι θ ἐν Παθύρει ἐπʼ Ἀσκληπιάδου ἀγορανόμου τάδε διέθετο ὑγιαίνων νοῶν φρονῶν Δρύτων Παμφίλου Κρὴς

τῶν διαδόχων καὶ τοῦ ἐπιτάγματος ἱππάρχης ἐπʼ ἀνδρῶν. Εἴη μέμ μοι ὑγιαίνοντι τῶν ἐμαυτοῦ κύριον εἶναι. Ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω καὶ δίδωμι

τὰ ὑπάρχοντά μοι ἔγγαιά τε καὶ ἔπιπλα καὶ κτήνη καὶ ὅσα ἂν προσεπικτήσωμαι, τὸν μὲν ἱππον ἐφʼ οὗ στρατεύομαι καὶ τὰ ὅπλα πάντα Ἐσθλάδαι τῶι ἐξ ἐμοῦ καὶ ἐξ Σαραπιάδος τῆς Ἐσθλάδου τοῦ Θέωνος ἀστῆς ἧι συνήμην γυναικὶ κατὰ νόμους καὶ κατὰ διαθήκην τὴν κεχρηματισμένην

διὰ τοῦ ἐν Διὸς πόλει τῆι μι(κραῖ) ἀρχείου ἐπὶ Διονυσίου ἀγορανόμου ἐν τῶι ϛ (ἔτους) ἐπὶ τοῦ Φιλομήτορος ἣ διασαφεῖ τά τε ἄλλα καὶ ἐπίτροπον Ἑρμφιλον ὄντα συγγενῆ κατέστησεν καὶ ἀπὸ τῶν οἰκετικῶν σωμάτων ὧν ὀνόματα Μυρσίνην καὶ ταύτης

τὰ δὲ λοιπὰ θηλυκὰ αἷς ὄνομα Εἰρήνην καὶ Ἀμπέλιον Ἀπολλωνίαι καὶ ταῖς ἀδ(ελφαῖς) οὖσι καὶ τὸν ὑπάρχοντά μοι ἐπὶ τοῦ Κόχλακος τῆς Ἀραβίας τοῦ Παθυρ(ίτου) ἔδαφος ἀμπετελῶ(νος) καὶ τὰ ἐν τούτωι φρέατα ἐξ ὀπτῆς πλί(νθου) καὶ τἄλλα συνκύροντα καὶ τὴν ἅμαξαν σὺν τῆ̣ι ἐπισκευῆι καὶ τὸν περιστερῶνα καὶ τὸν ἄλλον ἡμιτέλ[εστον καὶ αὐλὴν

ὧν γείτονες νό(του) ψιλοὶ τόποι τοῦ αὐ(του) Ἐσθλά(δου) βο(ρρᾶ) οἶκος κεκαμμαρωμένος Ἀπ[ολ]λωνίας τῆς νεω(τέρας) ἀπηλι(ώτου) τόπος τοῦ Ἐσθλά(δου) λι(βὸς) ψιλὸς τόπος Ἐσθλά(δου) ἕως τῆς ἀνεῳγμ[έν]ης θύ(ρας) ἐπὶ λίβα· τοὺς δὲ λο(ιποὺς) οἴκους καὶ χρηστῆρας καὶ παλαιὰν καὶ τὸν ψι]λὸν τόπον τὸν εἰς περιστερῶνα ἀποδεδειγμένον ὑποκάτω τῆς Ἐσθλά(δου) θύ(ρας) καὶ ἀπὸ λι(βὸς) τῆς καμάρας δίδωμι Ἀπολλωνίαι καὶ Ἀριστοῖ καὶ Ἀφροδισίαι καὶ Νικαρίωι καὶ Ἀπολλωνίαι νεωτέραι οὖσι ταῖς ἐξ ἐμοῦ καὶ ἐξ Ἀπολλωνίας τῆς καὶ Σεμμώνθιος ἧι σύ]ν̣ει-

μι γυ(ναικὶ) κατὰ νό(μους) καὶ τὰ θηλυκὰ σώματα καὶ τὴν βοῦν ἐξ ἴσου κυριευέτωσαν ταῖς οἰκίαις καθʼ ὃν πεποίημαι μερισμόν· δότω δὲ Ἐσθλάδας ἀπὸ τοῦ δεδομένου αὐ(τῶι) ψιλοῦ τόπου ἀπέναντι τῆς θύ(ρας) αὐ(τοῦ) ἐπὶ λίβα πή(χεις) ἐμβαδοὺς εἰς κλιβάνου τόπον· τὰ δὲ λο(ιπὰ) οἰκόπεδα καὶ ψιλοὶ τόποι ἐν Δι(ὸς) πό(λει) τῆι μεγά(ληι) ἐν τῶι Ἀμμωνι]είωι

καὶ ἐν τοῖς Κεραμείοις ἐχέτω Ἐσθλάδας κατὰ τὸ (ἥμισυ) Ἀπολλω(νία) δὲ καὶ ἀδελφαὶ κατὰ τὸ (ἥμισυ) καὶ τἆλλα ὑπάρχοντά μοι πάντα σύμβο(λά) τε σιτικὰ καὶ ἀργυ(ρικὰ) καὶ ἔπιπλα πάντα κατὰ τὸ (ἥμισυ)· δότω δὲ Ἐσθλά(δας) καὶ αἱ περὶ Ἀπολλωνίαν κατὰ κοινὸν εἰς οἰκοδομὴν περιστερῶνος ἀνηλώματα εἰς τὸν ἀποδεδιγμένον περιστερῶνα ἕως ἂν ἐπιτελέσωσι

καὶ Ἀπολλωνίαι τῆι καὶ Σεμμώνθει τῆι ἐμῆι γυ(ναικὶ) ἐτῶν ἐὰν παραμείνηι ἐν τῶι οἴκωι ἀν]έγκλη(τος) οὖσα εἰς τροφὴν αὐ(τῆς) καὶ ταῖς θυγατράσιν ἑκάσ(του) μηνὸς (πυροῦ) (ἥμισυ) κροτῶ(νος) χα(λκοῦ) Σ καὶ μετὰ (ἔτη)

τὰ αὐτὰ μετρήματα δότωσαν ταῖς νεωτέραις ἐκ κοινοῦ ἕως ἐτῶν ια· δότωσαν δὲ Ταχράτει εἰς φερνὴν χαλκοῦ (τάλαντα) ἐκ τῶν κο̣[ινῶν· ὅσα δʼ ἂν φαίνηται]

ἐπίκτη(τα) ἔχουσα ἡ Σεμμῶνθις ὄντα αὐτῆι σ]υνοῦσα Δ[ρ]ύτωνι κ̣[υ]ρ̣ι̣ε̣υ̣έ̣τ̣[ω] αὐτ̣ῶν· ἐπελεύς ἐπʼ αὐτὴν περὶ τούτων

Ἦν δὲ ὁ διατιθέμενος Δρύτων Πανφίλου Κρὴς τῶν διαδόχων καὶ τῶν τοῦ ἐπιτάγματος ἱπ(πάρχης) ἐπʼ [ἀνδρῶ]ν.

Latin

Θοτορταί<ου> Πέρσης <ἱερεὺς> πρωτο- στολιστὴς τοῦ ἐν Παθύ(ρει) ἱεροῦ ὡς (ἐτῶν) ν μέσος μελί(χρως) τετανὸς μακροπρ(όσωπος) εὐθύρ(ιν) οὐλὴ μετώπωι ἐγ

ἔγραψεν Πατοῦς Ἑριέως Πέρσης ἱερεὺς πρωτοστολιστὴς τοῦ αὐτ<οῦ> ἱεροῦ ὡς (ἐτῶν) ν μέσος μελί(χρως) τετανὸς πλατυπρ(όσωπος) εὐθύρ(ιν) οὐλ(ὴ) μετώπωι ἐξ ἀρ(ιστερῶν)

ἔγραψεν Πατοῦς Ὥρου ὑπεπιστάτης Παθύρεως Πέρσης τῶν πεζῶν ὡς (ἐτῶν) μ μέσος μελί(χρως) τετανὸς μακροπρ(όσωπος) εὐθύρ(ιν) οὐλ(ή).

οὗτοι οἱ τ[έσ]σαρες τοῖς ἐγχωρίοις γράμμασιν διὰ τὸ μὴ εἶναι ἐπὶ τῶν τόπων τοὺς ἴσους Ἕλλη- νας.

ἔγραψεν Ἀμμώνιος Ἀρείου Πέρσης τῶν μι(σθοφόρων) ἱππέων ὡς (ἐτῶν) λ μέσος μελί(χρως) ὐπόκλαστος μακροπρ(όσωπος) εὐθύρ(ιν) οὐλ(ὴ) μετώπωι μέσωι.

Similar Documents