p.flor;1;1

Canonical URI: http://papyri.info/ddbdp/p.flor;1;1
Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek

ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἀρτεμεισίου Φαμενὼθ

ἐν Ἑρμοῦ πόλει τῇ μεγάλῃ ἐδάνισεν

Ἑρμιόνη Εὐδαίμονος ἀστὴ ὡς (ἐτῶν)

μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Εὐδαίμονος Σαραπίωνος τοῦ Διονυσίου Σωσικοσμίου τοῦ καὶ Ἀλθαιέως ὡς (ἐτῶν)

βεβλ(αμμένου) τὸ(ν) ἀρισ(τερὸν) ὀφθ(αλμὸν) Πτολέμᾳ τῇ καὶ Τβήσει Ὡρίων[ο]ς τοῦ Ἑρμίου μητρὸς Δημητρίας τῆς καὶ Τερεῦτος Ὡρίωνος Ἑρμοπολείτιδι ἀναγραφομένῃ ἐπὶ Φρου[ρ]ίου λιβὸς ὡς (ἐτῶν)

ο(ὐλὴ) μετ(ώπῳ) μέσ(ῳ) μετὰ κυρίου τοῦ πατρὸς Ὡρίωνος Ἑρμίου ὡς (ἐτῶν)

ο(ὐλὴ) μετ(ώπῳ) ἐξ ἀρισ(τερῶν) ἀργυρίου Σεβαστοῦ νομίσματος κεφ̣αλαίου δραχμὰς διακοσίας , ἃς ἀνείρεται

ἡ δεδανισμένη παρὰ τῆς δεδανικυίης διʼ ἐπιτηρητῶν τραπέζης, τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ μῆνας εἰκοσιτέσσαρας συναγο-μένων τοῦ τόκου δραχμῶν τεσσεράκοντα ὀκτὼ πάσας ἐφʼ ὑποθήκῃ τῷ ὑπάρχοντι τῇ δεδανισμένῃ λοιπῷ βείκῳ ἑνὶ τετάρτῳ ἀπὸ ἐλαιουργίου ἀργοῦ καὶ καμάρας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν κώμῃ Τεκερκεθώθει τοῦ Λευκοπυργείτου κάτω μετὰ τοὺς πεπραμένο[υ]ς ἐκ τῶν αὐτῶν τόπων.

γείτονες δὲ ὡς ἡ δεδανισμένη ὑπηγόρευσεν νότου δημοσία ῥύμη διʼ ἧς εἴσοδος καὶ ἔξοδος βορρᾶ κληρονόμων Παθώτου Φίβιος ἀπηλιώτου ὁδὸς λιβὸς Δημητρίας τῆς καὶ Τερεῦτος Ὡρίωνος· τὸ δὲ δάνιον τὰς τοῦ κεφαλαίου καὶ τόκου ἀργυρίου δραχμὰς διακοσίας τεσσεράκοντα ὀκτὼ ἀποδότω ἡ δεδαν[ι]σμένη τῇ δεδανικυίῃ ἢ τοῖς παρʼ αὐτῆς πλη[ρ]ω-θείσης τῆς διετίας παραχρῆμα ἀργύριον δόκιμον νομειτευόμενον ἀρεστόν· ἐὰν δὲ μὴ ἀποδοῖ τῆς προθεσμίας ἐνστάσης εὐθέως ἐξέστω τῇ δεδανικυίῃ ἢ τοῖς παρʼ αὐτῆς μὴ προσδεομένοις ἀνανεώσεως ἢ διαστολικοῦ ἢ ἑτέρου τινὸς ἁπλῶς, ταξαμένοις τὰ εἰς τὸ ἐνκύκλιο̣ν καθήκοντα τέλη ἐπικαταβολὴν ποιήσα[σθ]αι τοῦ ὑποτεθειμένου ὡς πρόκειται βείκου ἑνὸς τετάρτου καὶ κτᾶσθαι αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τοῦτο κυρίως ἀντὶ τῶν [ὀ]φει[λομ]έ[ν]ων καὶ ἐμβαδεύειν εἰς αὐτὸν καὶ εἰσοικίζειν καὶ ἐνοικολογεῖν καὶ διαμισθοῦν καὶ ἀποφέρεσθαι τὰ ἐξ αὐτοῦ περιεσόμενα πάντα εἰς τὸ ἴδιον ἔτι δὲ καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον μηδενὸς τῇ δεδανισμένῃ μηδʼ ἄλλῳ ὑπὲρ αὐτῆς ἐξ ὑστέρου ἁπλῶς πε[ρ]ὶ τούτου καταλειπομένου λόγου ἢ παρευρέσεως· βεβαιούτω δὲ ἡ δεδανισμένη τήνδε τὴν ὑποθήκην πάσῃ βεβαίωσει ἀπό τε δημοσίων και ἰδιωτικῶν καὶ ἀπὸ πάντων ἁπλῶς ἣν καὶ μὴ ἐξέστω [α]ὐτῇ πωλεῖν μηδʼ ἑτέροις ὑποτίθεσ[θ]αι μηδʼ ἄλλο τι περὶ αὐτῆς κακοτεχνεῖν ὑπεναντίον τούτοις τρόπῳ μηδενὶ ἢ τὰ παρὰ ταῦτα ἄκυρα εἶναι· ἐὰν δέ τις κίνδυνος [γ]ένηται περὶ τήνδε τὴν ὑποθήκην πᾶσαν ἢ μέρος τρόπῳ ᾡτινιοῦν ἀποδότω ἡ δεδανισμένη τῇ δεδανικυίῃ ἢ τοῖς παρʼ αὐτῆς τὰ ὀφειλομένα πάντα καὶ τοῦ ὑπε[ρ]πε-σόντος μετὰ τὴν προθεσμίαν χρόνου τόκον δραχμιαῖον ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον καὶ ἃ ἐὰν ἀπαιτηθῇ ἡ δεδανικυῖα ὑπὲρ τῆσδε τῆς ὑποθήκης τέλη καὶ ἃς ἐὰν ποιήσηται δαπάνας ὁμοίως σὺν τόκοις ἕκαστα παρ\α/χρῆμα γεινομένης αὐτῇ ἢ τοῖς παρʼ αὐτῆς τῆς πράξεως παρά τε τῆς δεδανισμένης καὶ ἐκ [τ]ῆσδε τῆς ὑποθήκης καὶ ἐκ τῶν ἄλλων ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης. ἡ συνγραφὴ κυρία. καὶ συνεχρηματίσθη ἡ δεδανισμένη ἐπιστειλάντων τῶν τῆς ἐγκτήσεως βιβλιοφυλάκων.

Πτολ[έμ]α ἡ καὶ Τβῆσις Ὡρίωνος μετὰ κυρί[ου] τοῦ ἐμαυτῆς πατρὸς Ὡρίωνος Ἑρμίου δεδάνισμαι παρὰ Ἑρμιόνης Εὐδαίμονος ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας , ἃς ἀνείρημαι διʼ ἐπιτη[ρ]ητῶν τραπέζης τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ μῆνας εἰκοσιτέσσαρες συναγο[μέν]ων τοῦ τόκου δραχμῶν τεσσεράκοντα ὀκτὼ πάσας ἐφʼ ὑποθήκῃ τῷ ὑπάρχοντί μοι λοιπῷ βείκῳ ἑνὶ τετάρτῳ ἀπὸ ἐλαιουργίου ἀργοῦ καὶ καμάρας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν κώμῃ Τεκερκεθώθει τοῦ Λευκοπ[υργείτο]υ κάτω μετὰ τοὺς πεπραμένους τῶν αὐτῶν τόπων ἐπὶ ταῖς προκειμέναις γιτνίαις· το[ύ]του̣ τοῦ κεφαλαίου καὶ τόκου ἀργυρίου δραχμὰς διακοσίας τεσσεράκοντα ἀποδώσω πληρωθείσης τῆς διετί-ας καὶ βεβαιώσω καὶ εὐδοκῶ πᾶσι τοῖς προγρα(φεῖσιν). Ἑρμεῖνος Ἡρώδου ἔγρα(ψα) τὸ σῶμα τῆς ὑπογρα(φῆς).

Πτολέμα ἡ καὶ [Τ]βῆσις Ὡρίωνος δεδάνισμαι καθὼς πρόκιται. Ὡρίων Ἑρμίου {ερμιου} ἐπιγέγραμμαι τῆς θυγατρός [μ]ου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ ἰδυίης γράμματα.

διὰ Εὐδαί-μον[ο]ς Ἑρμαίου κεχρημάτισται ἐπιτηρου[μ]ένης τῆς ἀγο(ρανομίας).

ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ.

διαγρ(αφὴ) διʼ ἐπ(ιτηρητῶν) τραπ(έζης) Ἑρμιόνη Εὐδαίμονος ἀστὴ μετὰ κυρίου τοῦ πατρὸς Εὐδαίμονος Σαραπ(ίωνος) Πτολέμᾳ τῇ καὶ Τβήσι Ὡρίωνος τοῦ Ἑρμίου μητ(ρὸς) Δημητρίας τῆς καὶ Τερεῦτος Ὡρίωνο(ς) ἀναγρα(φομένη) ἐπὶ Φρο(υρίου) λιβὸς μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Ὡρίωνο(ς) Ἑρμίου ἀργ(υρίου) κεφαλ(αίου) (δραχμὰς) διακοσίας, (γίνονται) ἀργ(υρίου) (δραχμαὶ) σ ἀκολ(ούθως) τῇ ἀν̣ενεχθ(ησομένῃ) διʼ ἀγο̣(ρανομίου) ἐν Ἑρμοῦ πόλει <συγγραφῇ> δανείο(υ) ὑποθήκ(ῃ) τοῦ ὑπάρχ(οντος) αὐτῇ λοιποῦ βείκου ἑνὸς τετάρτου ἀπὸ ἐλαιουργίου ἀρκοῦ καὶ καμάρας καὶ αὐλ(ῆς) καὶ ἀνηκόντων πάντ(ων) ἐν κώμῃ Τεκερκεθώθ(ει).

Βησαρίων ὁ καὶ Εὐδαί(μων) ἐπιτηρητ(ὴς) σεση(μείωμαι).

Πτολέμα ἡ καὶ Τβῆσις Ὡρίωνο(ς) τοῦ Ἑρμίο(υ) μητ(ρὸς) Δημητρ(ίας) τῆς καὶ Τερεῦτ(ος) Ὡρίω(νος) Ἑρμοπ(ολεῖτις) ἀναγρ(αφομένη) ἐπὶ Φρο(υρίου) λιβὸς̣ μετὰ κυρίου τοῦ πατρὸς [Ὡ]ρίωνος Ἑρμίου ἐπη[κ]ολούθηκα τῇ προκ(ειμένῃ) διαγρα(φῇ) καὶ ἔχω χρῆσιν κεφαλ(αίου) ἀργ(υρίου) (δραχμὰς) διακοσίας, (γίνονται) ἀργ(υρίου) (δραχμαὶ) σ ἀκολούθως τῇ ἀνενεχθησο-μένῃ διʼ ἀγο(ρανομίου) ἐν Ἑρμοῦ πόλει δανείο(υ) ὑποθήκῃ τοῦ ὑπάρχοντος μοι λοιποῦ βείκου ἑνὸς τετάρτου ἀπὸ ἐλαιουργίου καὶ καμάρας καὶ αὐλ(ῆς) καὶ ἀνηκόντ(ων) πάντ(ων) ἐν κώμῃ Τεκερκεθώθει τοῦ Λευκοπυργείτου κάτω ὡς πρόκ(ειται).

ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ.

Ἑρμεῖνος Ἡρώδ̣(ου) ἔγρα(ψα) τὸ σῶμα τῆς ὑπογρα(φῆς).

Πτολέμα ἡ καὶ Τβῆσις Ὡρίωνος ἔχω ὡς πρόκιται Ὡρίων Ἑρμίου ἐπιγέγραμμαι τῆς θυγατρός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ ἰδυίης γράμματα.

Latin

FrA,ctr

FrA,ms

FrB

Translation (Model: gpt-4.5-preview-2025-02-27, Batch ID: 28)

Extracted Koine Greek Text

ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἀρτεμεισίου Φαμενὼθ κη ἐν Ἑρμοῦ πόλει τῇ μεγάλῃ ἐδάνισεν Ἑρμιόνη Εὐδαίμονος ἀστὴ ὡς (ἐτῶν) ιθ μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Εὐδαίμονος Σαραπίωνος τοῦ Διονυσίου Σωσικοσμίου τοῦ καὶ Ἀλθαιέως ὡς (ἐτῶν) ξζ βεβλ(αμμένου) τὸ(ν) ἀρισ(τερὸν) ὀφθ(αλμὸν) Πτολέμᾳ τῇ καὶ Τβήσει Ὡρίωνος τοῦ Ἑρμίου μητρὸς Δημητρίας τῆς καὶ Τερεῦτος Ὡρίωνος Ἑρμοπολείτιδι ἀναγραφομένῃ ἐπὶ Φρουρίου λιβὸς ὡς (ἐτῶν) λ ο(ὐλὴ) μετ(ώπῳ) μέσ(ῳ) μετὰ κυρίου τοῦ πατρὸς Ὡρίωνος Ἑρμίου ὡς (ἐτῶν) νδ ο(ὐλὴ) μετ(ώπῳ) ἐξ ἀρισ(τερῶν) ἀργυρίου Σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς διακοσίας, ἃς ἀνείρεται ἡ δεδανισμένη παρὰ τῆς δεδανικυίης διʼ ἐπιτηρητῶν τραπέζης, τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ μῆνας εἰκοσιτέσσαρας συναγομένων τοῦ τόκου δραχμῶν τεσσεράκοντα ὀκτὼ πάσας ἐφʼ ὑποθήκῃ τῷ ὑπάρχοντι τῇ δεδανισμένῃ λοιπῷ βείκῳ ἑνὶ τετάρτῳ ἀπὸ ἐλαιουργίου ἀργοῦ καὶ καμάρας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν κώμῃ Τεκερκεθώθει τοῦ Λευκοπυργείτου κάτω μετὰ τοὺς πεπραμένους ἐκ τῶν αὐτῶν τόπων.

Latin Text (Imperial Titles)

Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς

English Translation

In the sixteenth year of Emperor Caesar Titus Aelius Hadrianus Antoninus Augustus Pius, in the month Artemisius (Phamenoth 28), in the great city of Hermopolis, Hermione daughter of Eudaimon, a citizen aged about 19, with her guardian, her own father Eudaimon son of Sarapion, grandson of Dionysios Sosikosmios also called Althaios, aged about 67, blind in the left eye, lent to Ptolema also called Tbesis, daughter of Horion son of Hermias, whose mother is Demetria also called Tereus, registered in Hermopolis at the southern fort, aged about 30, with a scar in the middle of her forehead, with her guardian, her father Horion son of Hermias, aged about 54, with a scar on the left side of his forehead, the principal sum of two hundred silver drachmas of imperial currency, which the borrower acknowledges receiving from the lender through bank supervisors, at an interest rate of one drachma per mina per month, from the present day for twenty-four months, totaling forty-eight drachmas interest, secured by mortgage on the borrower's remaining one-fourth share of an idle olive press, chamber, courtyard, and all appurtenances in the village of Tekerketothis of the Leukopyrgites district below, after the previously sold portions from the same properties.

Notes

This document is a loan agreement (hypothecation) from Roman Egypt, detailing a financial transaction secured by real estate property. The text includes detailed descriptions of the parties involved, their ages, distinguishing marks, and the terms of the loan, including interest rates and collateral.

Similar Documents