p.heid;3;237

Canonical URI: http://papyri.info/ddbdp/p.heid;3;237

Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek

Κ[λαυδίῳ Ἀλεξάν]δρῳ (?)
(ἑκατοντάρ)χ(ῳ)
π[αρὰ Πανε]τβηοῦτος
δημοσίο̣υ γεωρ-
γο[ῦ ἀπὸ κώμης Θ]ε̣αδελφ̣ίας. ἡ συνοῦσά μοι γυ-
νὴ [
ἐξ ἧ]ς̣ καὶ ἐπαιδοποίησα, ἀλλότρια
φ̣ρ̣[ονήσασα τῆ]ς πρὸς μὲ συ̣ν̣βιώσεως εὐκαι-
ρία[ν λαβοῦσα τὴν ἀπ]ουσ̣ί̣α̣ν
μου ἐξῆλθέ μου τῆς οἰ-
κί[ας πρὸ
μ̣ηνῶν δίχα τῆς καλουμένης
ἀ̣π̣[αλλαγῆς
ν̣
βαστάξασας̣
τά τε ἑαυτῆς καὶ
πλε̣ῖ̣στα τ̣[ῶν ἡ]μετέρων, ἐν οἷς ἦν ἱμάτιον μέγα
λ̣ε̣υ̣κ̣ὸν ἄγν̣[α]φ̣[ο]ν
καὶ κερβικάριον Ὀξορυγχιτικ̣ὸ̣ν
[κ]αὶ διλάσσιο̣[ν ἐπ]ι̣κ̣άρσιον
καὶ σύνεργα χιτώνων
δ̣ύο̣ καὶ υ
[
κα̣ὶ̣ ἕτερα γεωργεικὰ
ἀργαλεῖα
.
καὶ πλειο̣[νάκις]
προσπέμψαντός \μου/ αὐτῆ[ι] βουλο-
μένου̣ τὰ [ἡμέτε]ρα ἀπολαβεῖν ἥδε ἀνεπιστρε-
πτήσασα [οὐδὲν] ἀπέδωκεν καίτοι χορηγήσαντός
μου α̣ὐ̣τ̣ῆ̣[ι τὰ ὑπ]ὲ̣ρ̣
τ̣οῦ παιδίου τροφῖα
. ἐπὶ
οὖν νῦν
ἔμαθον Νεῖλ̣ό̣ν̣ τι[ν]α Σύρου
ἀπὸ τῆς αὐτῆς κώμης
ἀ̣ν̣ό̣μως [συναρ]πάσαντα
αὐτὴν καὶ γήμαντα ἐπι-
δίδωμι κ̣α̣[ὶ ἀξι]ῶ ἀχθῆναι αὐτήν̣ τε καὶ τὸν Νεῖλον
ἐπὶ σὲ πρὸς τὸ δυνηθῆναί μ̣ε ἐκδικίας τυχεῖν
καὶ τὰ ἡμέτερα ἀπολαβεῖν καὶ ὦ βεβοηθη(μένος).
διευτύχει.

Latin

(ἑκατοντάρ)χ(ῳ)
(ἑκατοντάρ)χ(ῳ)
























































































































































































































































































































































































































































































































































































































Similar Documents