τὸ μὲν ἐπὶ τῆσδ[ε τῆς] Ἀρσι[ν]ο̣ειτῶ̣ν [πόλεως, τὸ δὲ ἐν π]ρ̣ο̣α̣σ̣τ̣ίοις καὶ ἐν τῇ ταύτης περιοικείδι τῆς Θεοδοσιουπολιτῶν, Οὐαλεντίνου μὲν λ̣[έγοντος ἠγορακ]έ̣ναι πρὸ πολλοῦ χρόνου τὸ αὐτὸ παρ[ὰ] Δελματίου τοῦ καὶ Οὐαλεντίνου τῆς τιμῆς καταβεβλημ]μένης εἰς αὐτὸν παρ αὐτοῦ καὶ ἀντὶ τῶν] κ̣[α]ταβεβληθέντων νέμεσθαι [αὐτὸν καὶ κ̣υ̣ρ̣ι̣ε̣ύ̣ε̣ι̣ν̣ τῶν προγεγραμμέν]ω̣ν πραμάτων δεσποτικῷ δικα[ί]ῳ Δελμάτιον τ]ὸν καὶ Οὐαλ[ε]ντῖ[νον] π̣ερὶ̣ α̣[ὐ]τ[ο]ῦ̣ ἔτι ἀμφιβάλλει[ν]. π[ρὸς ταῦτα Δελ]μάτιος ὁ καὶ Οὐαλεντῖνος ἔλεγεν, δικω [Δελμάτιον τ]ὸν καὶ Οὐαλ[εντῖνον ἐτι ἀμφιβάλλει π[ρὸς σὲ] ὅτι ἐν ἀφ]ηλικότητι πρὸ [τῆς μεθέξε]ως ἐννόμου ἡλικίας τῶν εἴκοσι πέντε ἐνιαυτῶν τὴν πρᾶσιν ἐποιήσατο καὶ περιεγράφη· τὸ γὰρ τίμημα οὐκ ἄξιον τοῦ πράγμ[ατος ἑαυτῷ] ἔλεγεν καταβεβλῆσθαι ἀλλʼ ἔλαττον πρὸς τοῦτο δικαιολογούμενος Οὐαλεντῖνος ἔλεγεν μὴ ἀνατρέπεσθαι πρᾶσιν ἕνεκεν ἐλάττωνος τιμῆς τοιαῦτα γὰρ ἀεὶ συμβαίνειν ἐν ταῖς πράσεσιν ἢ ὀλ[ίγῳ πλείον]ος ἢ ὀλίγῳ ἐλάττωνος ἀγοράζειν ἢ πω[λεῖν]· Δελμάτιος ὁ καὶ [Οὐαλεντ]ῖνος πρὸς ταῦτα ἔλεγεν ὅτι ἐπὶ τῶν τελείων [ταῦτʼ] ἔστιν· αὐτ[ὸς δὲ] ἐν ἀφηλικότητι ἐποίησεν τότε τὸ τῆς πράσεως συνάλλαγμα κ[αὶ περιε]γράφη· πρὸς τοῦτο ἔλεγεν Οὐαλεντῖνος ὡς μάλιστα μὲν οὐδὲ ἀφῆλιξ τότε ἐποιήσατο τὸ συνάλλαγμα ἀλλὰ καὶ διεβεβαιώσατο ἑαυτὸν τὸ τηνικαῦτα τέλειον εἶναι εἰ δὲ καὶ δοίη τις κατὰ συγχώρησιν τοῦτο [οὕτως ἔχ]ειν ἀλλὰ πολὺν τὴν τελείαν καὶ ἔννομον ὑ[περβὰς] ἡλικίαν κατὰ τ[ὸν αὐτ]οῦ λόγον ἐπησύχασεν τῇ πράσι καὶ οὐ κατή[γα]γεν μέμψιν περὶ αὐτῆς καὶ τούτῳ τῷ λόγῳ ἀποκεκλεῖσθαι αὐτῷ [π]ᾶσαν κατʼ αὐτοῦ δ[ι]καιολογίαν [π]ερὶ ἀφηλικότητος ἢ περὶ παραλλήλου τιμήματος· τούτων ῥηθέντων αὐτοῖς πρὸς ἀλλήλους συνβέβηκεν μεσητίαν γε[νέσ]θαι μέσων εἰρηνικῶν ἀνδρῶν ἀγαθῶν ἐφʼ ὧν τούτων καὶ π[ολ]λῶν ἄλλων κεινηθέντων καὶ μέλ’λοντος τοῦ πρ[άγ]ματος εἰς δικαστήρι[ον] κατάγεσθαι ὕστερον ᾕρεσεν τοῖς μέσοις [κ]αὶ τοῖς μέρεσε[ι]ν ἔδοξεν πρὸς [ἀ]παλλαγὴν τελείαν καὶ διάλυσιν τοῦ πράγματος δοθῆναι Δελματί[ῳ] τῷ καὶ Οὐαλεντίνῳ παρὰ Οὐαλεντίνου ἄλλα χρυσοῦ νομίσματ[α] ἕξ, χρυ(σίου) νο(μίσματα) ϛ πρὸς τοῖς ἤδη πάλαι δοθείσιν ἐν τῷ καιρῷ τῆς γενομένης πρά[σεως] καὶ ἐπὶ τούτοις ἀπηλ’λάχθαι αὐτοὺς καὶ μη[δὲ] αὐτὸν τὸν Δελμάτιον τὸν καὶ Οὐαλεντῖνον ἔχειν τίνα λόγον ἔτι πρὸς Οὐαλεντῖνον περὶ τοῦ αὐτοῦ πέμπτου μέρους τῶν αὐτῶν πραγμάτων ἢ μέρους αὐτῶν ἢ δικαίου αὐτῶν τῶν καὶ ἐνκειμένων τῇ γεναμένῃ πράσι παρʼ αὐτοῦ Δ[ε]λματίου τοῦ καὶ Οὐαλεντίνου εἰς Οὐαλεντῖνον μηδὲ πε[ρὶ τιμ]ήματος ὡς ἐλάττωνος δοθέντος παρὰ τὴν ἀξίαν μηδὲ περ[ὶ περ]ιγραφῆς ὡς περιγραφέντος αὐτοῦ καὶ [Οὐαλεν]τῖνος δὲ συνέθετο [ἐμ]μένειν τούτοις καὶ μὴ τοῦ λοιποῦ ζητήσι[ν ἐπ]άγειν Δελματίῳ τῷ καὶ Οὐαλεντίνῳ ὡς λαβώντι παρʼ αὐτοῦ ἐξ ὑστέρου μετὰ τὴν πρᾶσιν τὰ π[ρο]ειρήμενα ἓξ νομίσματα διὰ τὸ λόγῳ διαλύσεως καὶ ἀπαλλάγης συναρέσαι αὐτὰ δοθῆναι πρὸς τοῖς πάλαι δοθεῖσιν καὶ ἐπὶ τούτοις π[ερὶ τ]ῶν ἓξ νομισμάτων δοθέντων Δελ[ματίῳ τ]ῷ καὶ Οὐαλεντίνῳ παρὰ Οὐαλεντίνου ἀπὸ χειρὸς εἰς χεῖρας ἐπὶ παρ[ου]σί[ᾳ] τῶν ἑξῆς ὑπογραφόντων μαρτύρων ἐδέησεν ταύτην τὴν ἔγγραφον ὁμολογίαν τῆς διαλύσεως μεταξὺ αὐτῶν παρακολουθῆσαι διʼ ἧς ὁμολογοῦσιν ἐπομνύμενοι θε[ὸν παντ]οκράτορα καὶ τὴν εὐσεβείαν καὶ νίκην τῆ[ς καλλ]ινίκου καὶ ἀθανάτου κορυφῆς οἱ ἐξ [ἑκατέρ]ου μέρους ἐμμένειν τούτοις τοῖς καὶ συνδόξασιν καὶ κρατύνειν καὶ [βε]βαιοῦν καὶ ἐν μηδενὶ παρασαλεύειν μὴ ἐν δικαστηρίῳ οἱῳδήποτε μὴ ἑκτὸς δικαστηρίου μὴ διὰ βασιλικῆς ἀντιγραφῆς εἰ δὲ ἐπιχειρήσειεν ὁπότερον [μ]έρ[ος] ἢ κληρονόμοι αὐ[τῶν ἢ διάδοχοι] ἢ διακάτοχοι παραβῆναι τι [ὧν συ]νωμολόγησαν μηδὲν μὲν ὠφελεῖσθαι ἐκ τ[οῦ ἐπιχειρήμα]τος ἐνέχεσθαι δὲ καὶ τῷ τῆς ἐπιορκίας κινδύνῳ καὶ τοῖς ἄλλο[ις ἐ]πιτιμείοις τοῖς ὡρισμένοις κατὰ τῶν παραβαίνειν ἐπιχειρούντων ἐνομότους συνθήκας καὶ δοῦναι λόγῳ προστίμου καὶ παραβασίας τῷ ἐμμένοντι μ[έρ]ει χρυσοῦ οὐγκία[ς τέσσαρας] χρυ(σίου) [ο](ὐ)γ(κία) [δ] καὶ σύμπαντα [τὰ συμ]βησόμενα ἀναλώματα καὶ δαπανήματα καὶ ζημι[ώματα τῷ] παραβαινομένῳ μέρει παρὰ [τὴν αἰτ]ίαν τοῦ παραβαίνον[το]ς πρὸς τῷ καὶ μετὰ τὴν τοῦ προστίμου καὶ τῶν ἀναλωμάτων καὶ δαπανημάτων καὶ ζημιωμάτων καταβολὴν ἔχειν ταύτην τὴν ὁμολογίαν τῆς διαλύσεως [τὴν ἰ]δί[α]ν ἰ(*)
(No Latin text was extracted from the document.)
The text discusses a legal agreement involving the city of Arsinoe and the parties involved, including a mention of a certain Valens and Delmatius. It outlines the terms of a transaction, the payment of a certain amount of money, and the conditions under which the agreement is valid. The document emphasizes the importance of adhering to the terms and conditions set forth, and it includes various legal stipulations regarding the consequences of breaching the agreement.
τὸ μὲν ἐπὶ τῆσδ[ε τῆς] Ἀρσι[ν]οειτῶν [πόλεως, τὸ δὲ ἐν π]ροαστίοις καὶ ἐν τῇ ταύτης περιοικείδι τῆς Θεοδοσιουπολιτῶν, Οὐαλεντίνου μὲν λέγοντος ἠγορακέναι πρὸ πολλοῦ χρόνου τὸ αὐτὸ παρὰ Δελματίου τοῦ καὶ Οὐαλεντίνου τῆς τιμῆς καταβεβλημμένης εἰς αὐτὸν παρ' αὐτοῦ καὶ ἀντὶ τῶν καταβεβληθέντων νέμεσθαι αὐτὸν καὶ κυριεύειν τῶν προγεγραμμένων πραμάτων δεσποτικῷ δικαίῳ. Δελμάτιον τὸν καὶ Οὐαλεντῖνον περὶ αὐτοῦ ἔτι ἀμφιβάλλειν. πρὸς ταῦτα Δελμάτιος ὁ καὶ Οὐαλεντῖνος ἔλεγεν, ὅτι ἐν ἀφηλικότητι πρὸ τῆς μεθέξεως ἐννόμου ἡλικίας τῶν εἴκοσι πέντε ἐνιαυτῶν τὴν πρᾶσιν ἐποιήσατο καὶ περιεγράφη· τὸ γὰρ τίμημα οὐκ ἄξιον τοῦ πράγματος ἑαυτῷ ἔλεγεν καταβεβλῆσθαι ἀλλʼ ἔλαττον. πρὸς τοῦτο δικαιολογούμενος Οὐαλεντῖνος ἔλεγεν μὴ ἀνατρέπεσθαι πρᾶσιν ἕνεκεν ἐλάττωνος τιμῆς, τοιαῦτα γὰρ ἀεὶ συμβαίνειν ἐν ταῖς πράσεσιν ἢ ὀλίγῳ πλείονος ἢ ὀλίγῳ ἐλάττωνος ἀγοράζειν ἢ πωλεῖν· Δελμάτιος ὁ καὶ Οὐαλεντῖνος πρὸς ταῦτα ἔλεγεν ὅτι ἐπὶ τῶν τελείων ταῦτʼ ἔστιν· αὐτὸς δὲ ἐν ἀφηλικότητι ἐποίησεν τότε τὸ τῆς πράσεως συνάλλαγμα καὶ περιεγράφη· πρὸς τοῦτο ἔλεγεν Οὐαλεντῖνος ὡς μάλιστα μὲν οὐδὲ ἀφῆλιξ τότε ἐποιήσατο τὸ συνάλλαγμα ἀλλὰ καὶ διεβεβαιώσατο ἑαυτὸν τὸ τηνικαῦτα τέλειον εἶναι. εἰ δὲ καὶ δοίη τις κατὰ συγχώρησιν τοῦτο οὕτως ἔχειν, ἀλλὰ πολὺν τὴν τελείαν καὶ ἔννομον ὑπερβὰς ἡλικίαν κατὰ τὸν αὐτοῦ λόγον ἐπησύχασεν τῇ πράσει καὶ οὐ κατήγαγεν μέμψιν περὶ αὐτῆς καὶ τούτῳ τῷ λόγῳ ἀποκεκλεῖσθαι αὐτῷ πᾶσαν κατʼ αὐτοῦ δικαιολογίαν περὶ ἀφηλικότητος ἢ περὶ παραλλήλου τιμήματος.
Φλ(άουιος) Δελμάτις ὁ καὶ Οὐαλεντῖνος τρακωνάριος υἱὸς Φοιβάμμωνος ὁ προγεγραμμένος πεποίημαι τήνδε τὴν ὁμολογίαν τῆς διαλύσεως πρὸς σὲ τὸν Αὐρήλιον Οὐαλεντῖνον υἱὸν Λικινιανοῦ περὶ τοῦ πρὸ τούτου πραθέντος σοι παρʼ ἐμοῦ πέμπτου μέρους πραγμάτων διαφόρων ἐλθόντων εἰς ἐμὲ ἀπὸ πατρῴας μου κληρονομίας κατὰ τὴν δύναμιν ἧς ἐποιησάμην σοι πράσεως δεξάμενος καὶ νῦν παρʼ ἐσοῦ λόγῳ διαλύσεως καὶ τὰ ἄλλα ἓξ χρύσινα, χρυ(σοῦ) νο(μίσματα) ϛ, καὶ ὁμολογῶ τοῦ λοιποῦ μηδένα λόγον ἔχειν πρὸς σὲ περὶ τούτου ἢ μέρους δικαίου κατὰ μηδένα τρόπον καὶ συμφωνεῖ μοι πάντα τὰ προγεγραμμένα ὡς πρόκειται καὶ τὸ πρόστιμον τῶν τεσσάρων οὐγκίων τοῦ χρυσίου καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα.
The property in question is partly located in this city of the Arsinoites, and partly in its suburbs and surrounding area of the Theodosioupolitans. Valentinus claims to have purchased it long ago from Delmatius, also known as Valentinus, having paid the price to him, and thus to possess and control the aforementioned properties by right of ownership. Delmatius, also known as Valentinus, still disputes this. Delmatius argued that he made the sale while still underage, before reaching the lawful age of twenty-five years, and that the price paid was not equal to the value of the property but less. Valentinus, defending himself, argued that a sale should not be invalidated due to a lower price, as such variations commonly occur in transactions, either slightly more or slightly less. Delmatius responded that this applies only to adults, whereas he himself was underage at the time of the transaction. Valentinus countered that Delmatius was not underage at the time, but even if he were, he had long since passed the lawful age and had remained silent about the sale, thus barring any claim based on minority or inadequate price.
Flavius Delmatius, also known as Valentinus, draconarius, son of Phoibammon, the aforementioned, have made this written agreement of settlement with you, Aurelius Valentinus, son of Licinianus, concerning the fifth part of various properties previously sold to you by me, which came to me from my paternal inheritance, according to the terms of the sale I made to you. Now, having received from you, by way of settlement, an additional six gold coins (solidi), I acknowledge that henceforth I have no further claim against you regarding this matter or any part thereof, and I agree to all the aforementioned terms as stated, including the penalty of four ounces of gold. Having been questioned, I have agreed, read, signed with my own hand, and released you.