p.lond;1;77

Canonical URI: http://papyri.info/ddbdp/p.lond;1;77
Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek

γραφομενο( )
[τ]ῷ καὶ συνκελλίῳ μ[ου]
σεως μάλιστα τῆς τελευτῆς ἅπασιν οὔσης καὶ τῇ συμπτώσει τοῦ ἐμοῦ σώματος καταπονούμενο[ς]
[μὴ] ἐξαίφνης καὶ παρὰ προσδοκίαν τὸν τῇδε μεταλλάξω βίον ἀδήλου ὄντος τοῦ μέλλοντος.
ὅθεν εἰς ταύτην ὥρμησα τὴν ἔγγραφον ἀμεταμέλητον ἐσχάτη[ν] διαθηκημι[αίαν] ἀσφάλειαν
ἔχουσαν τὸ ἐκ τῶν νόμων κῦρος ἁπανταχοῦ προφερομένην κ[αὶ] δημοσιευομένην, διʼ ἧς
ὁμολογῶ ἑκὼν καὶ πεπεισμένος δίχα παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ
ἀνάγκης τινὸς καὶ πάσης νομίμου παραγραφῆς καὶ συναρπαγῆς καὶ μηχανῆς παντοίας
ἄνευ οἱασδήποτε διχονοίας τε καὶ κακονοίας ἀλλʼ’ ἐξ οἰκεία[ς] προθέσεως καὶ σκόπῳ
αὐθαιρέτῳ καὶ ἑκουσίας ἐμῆς βουλήσεως ὀρθῇ διανοίᾳ βεβαίᾳ [π]ίστει παντὶ πληρεστάτῳ
δεσποτείᾳ καὶ αὐτοτελῇ ἐξουσίᾳ παρεθέμην σοι πεπεισμένος πάσῃ προαιρέσει ζῶν νοῶν
φρονῶν ἐρρωμένην ἔχων τὴν διάνοιαν καὶ ἐπʼ ἀκριβείας πολλῆς φέρων τὸν λογισμόν
μου καὶ ἐπὶ γῆς βαδίζων καὶ ἐπʼ ἀγορᾶς προϊ
(*) ῶν ὅπερ τὸ ἔσχατον [θε]λημάτιον ἑπαγόρευσα
(*) μὲν
τῇ τῶν Αἰγυπτίων φωνῇ Ἑλληνικοῖς δὲ καὶ ῥήμασιν ἐπέταξα γραφῆναι κατά τε θειωδῶς
(*) ὑπὸ τῶν καλῶς καὶ εὐσεβῶς κειμένων νόμων διηγορευμένα. εἴη τοίνυν ἐμὲ ζῆν καὶ ὑ
(*) γιαίνειν
καὶ πάντων τῶν ἐμῶν μετρίων ἀπολαύειν. ἐπὰν δὲ ὅπερ ἀπεύχομαι ἀνθρώπινόν τι
πάθω καὶ τὸν βίον τοῦτον καταλύσω βούλομαι καὶ κελεύω μετὰ τὴν ἐμὴν ἀποκοίμησιν
σὲ τὸν προμνημονευθέντα † Βίκτορα τὸν εὐλαβέστατον πρεσβύτερον καὶ μαθητήν μου

(*) πεισϊ
(*) έναι εἰς τὴν καταλειφθησομένην ὑ
(*) πʼ ἐμοῦ παντοίαν μετρίαν ὑ
(*) πόστασιν καὶ κληρονομεῖν
με κινητήν τε καὶ ἀκίνητον καὶ αὐτοκίνητον ἐν παντὶ εἴδει καὶ γένει καὶ ποιότητι καὶ
ποσότητι
ἔν τε χρυσῷ καὶ ἀργύρῳ καὶ ἐσθήσεσι καὶ χαλκώμασι καὶ ἱ
(*) ματίοις καὶ γραμματείοις καὶ οἰκοπέδοις
καὶ ψιλοῖς τόποις καὶ αὐλαῖς καὶ πᾶσιν ἁπαξαπλῶς ἀπὸ τιμίο(υ) εἴδους ἕως ἐλαχίστου
καὶ πλέθρο(υ) γῆς
καὶ ἀσσαρίου ἑνὸς καὶ ὀβόλου καὶ τοῦ τυχόντος ὀστρακίνο(υ) καὶ ξυλίνο(υ) καὶ λιθίνο(υ)
σκεύους πρὸς τὴν
αὐτὴν καταλειφθησομένην ὑ
(*) πʼ ἐμοῦ παντοίαν μετριακὴν ὕπαρξιν κἂν
(*) ἀπὸ κληρονομίας
τῶν ἀποιχομένων μου κἂν
(*) ἀπὸ ἰ
(*) δίων μο(υ) καὶ ἱ
(*) δρωτῶν καὶ ἀπὸ ἀγορασίας καὶ χαρί
(*) σματος
καὶ ἑτερασδηποτοῦν ἐπινοίας ἐγγράφως ἢ ἀγράφως, οὐ μὴν δὲ ἀλλὰ καὶ τὸ ὑ
(*) πʼ ἐμὲ ἅγιον τόπιον
τοῦ ἁγίου ἀθλοφόρου μάρτυρος ἀββᾶ Φοιβάμμωνος τοῦ διακειμένου κατὰ τοῦ προρηθέντος
θείου ὄρους Μεμνονίων ὡσαύτως τὴν ἀδιάλειπτον δεσποτείαν παρεθέμην σοι μετὰ τῆς αὐτοῦ
σεπτῆς ὕλης ἀπὸ εὐτελοῦς εἴδους ἕως πολυτελοῦς καὶ ἀνθρακέως, ἐφʼ ᾧ σε τὸν προμνημονευθέντ[α]
† Βίκτορα τὸν θεοφιλέστατον πρεσβύτερον καὶ μονάζοντα τὸν ἐμὸν μαθητὴν μετὰ τὴν ἐμὴν
ἀπο-
κοίμησιν εὐθὺ καὶ παραχρῆμα ὑ
(*) πεισϊ
(*) έναι εἰς τὴν ὑ
(*) πʼ ἐμοῦ καταλειφθησομένην μετριακὴν

(*) παρξιν ἐπικρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν πάντων τῶν καταλειφθησομένων ὑ
(*) πʼ ἐμοῦ
παντοίων πραγμάτων ἀπὸ μικροῦ εἴδους ἕως ἐλαχίστου καὶ πλέθρου γῆς καὶ ἀσσαρίο(υ)
ἑνὸς καὶ ὀβολο(ῦ)
καὶ τοῦ τυχόντος ὀστρακίνο(υ) καὶ ξυλίνο(υ) καὶ λιθίνου σκεύους ἔτι μὴν καὶ τοῦ εὐαγοῦς
εὐκτηρίο(υ)
μετὰ καὶ τῆς αὐτο(ῦ) σεπτῆς ὕ
(*) λης ἀπὸ εὐτελοῦς εἴδους ἕως πολυτελοῦς καθὰ καὶ ὁ προλαβὼν
ἐσαφήνισεν ὃ ἑνὸς
(*) κτᾶσθαι διοικεῖν οἰκονομεῖν φιλοκαλεῖν οἰκεῖν οἰκοδομεῖν νέμεσθαι
ἐκμισθοῦν πωλεῖν παραχωρεῖν ἀντικαταλλάτ\τ/ειν δωρεῖσθαι χαρίσασθαι ἀποχαρίσασθαι
καὶ πάντα
περὶ αὐτῶν πράττειν κυρίως καὶ ἀνεπικωλύτως καὶ ἐξ αὐτῶν ἐξωδιάζειν
(*) εἰς τὴν διοίκησιν τοῦ
εἰρημένο(υ) εὐαγοῦς τόπου καὶ χορηγείαν
(*) τῶν παρερχομένων
(*) πενητῶν διὰ τὸ οὕτω μοι δεδόχθαι
καὶ εὐδοκηκέναι καὶ ἐληλυθέναι εὐχαριστῶν εἰς τὴν παροῦσαν πληρεστάτην διαθηκημιαίαν
ἀσφάλειαν μηδενὸς οὖν τῶν ἐκ τοῦ γένους μο(υ) ἀγχιστευόντων ἢ ἄλλου τινὸς ἐκ προσώπο(υ)
μο(υ) οὐ κατὰ
πατέρα οὐ κατὰ μητέρα οὐκ ἀδελφῶν οὐκ ἀδελφιδιῶν
(*) οὐ συγγενῶν οὐκ ἀνεψιῶν οὐκ ἄλλου οἱο(υ)δήποτε
ἀνθρωπίνο(υ) προσώπο(υ) μὴ δυνομένων
(*) πώποτε καιρῷ ἢ χρόνῳ ἐπελεύσασθαί σοι ἢ τοῖς σοῖς κληρονόμοις
ἢ διαδόχοις ἢ διακατόχοις ἢ ἄλλῳ τινί σοι διαφέροντι μηδὲ ἐγκαλεῖν ἢ ἐγκαλέσειν ἐν
δικαστηρίῳ
ἢ ἐκτὸς δικαστηρίου ἢ ἐν ἐπιχωρίῳ ἢ ὑ
(*) περορίῳ νόμῳ μικρῷ ἢ μεγάλῳ μηδὲ ἐπὶ φίλων μέμψασθαι
μηδὲ προσέλευσιν κατά σου ἢ τῶν μετά σε ποιήσασθαι δήποτε ἄρχοντι ἢ δικαστῇ μηδὲ διὰ
ἐκβοήσεως
ἐν ἁγιωτάτῃ ἐκκλησίᾳ ἢ ἐν πραιτωρίοις ἢ τρόπῳ τινὶ χρήσασθαι μηδὲ αἰτῆσαι θεῖον καὶ
πραγματικὸν
τύπον πρὸς τήνδε τὴν διαθήκην ἢ μέρος αὐτῆς τὸ σύνολον μηδὲ μὴν παραβῆναι αὐτὴν
κατὰ τὸ παντελὲς διὰ
(*) τὸ ἐπὶ πᾶσιν δέδοκται καὶ συνήρηκεν τῷ ἐμῷ ἀγαθῷ σκοπῷ <σε> καὶ λαβεῖν
καὶ διδόναι ὑ
(*) πὲρ ἐμο(ῦ) εἴπερ εὑρεθείην ἔχων ἢ χρεωστῶν ἢ χρεωστούμενων
(*) μοί καὶ τὴν πᾶσαν
λημψαπόδοσιν ὑ
(*) πὲρ ἐμο(ῦ) ποιήσασθαι. εἰ δέ τις πειρώμενος πώποτε καιρῷ ἐναντιωθῆναι
ταύτης τῆς ἀπεριγράπτο(υ) διαθήκης ἐφʼ ᾧ αὐτὸν τὸν τοιοῦτό τι διαπραττόμενον πώποτε
καιρῷ
πρωτοτύπως ἔνοχον ἔσεσθαι τῷ θείῳ καὶ φρικοδεστέρῳ ὅρκῳ καὶ τῷ τῆς ἐπιορκείας ἐπηρτημένῳ
κινδύνῳ τε καὶ ἐγκλήματι καὶ ὑ
(*) ποκεῖσθαι τῇ ὁρισμένῃ
(*) ἐπιτιμίᾳ κατὰ τῶν παραβαίνειν τολμώντων
θεῖους καὶ βασιλικοὺς ὅρκους καὶ ἐπιγινώσκειν
(*) λόγῳ προστίμου καὶ παραβάσεως χρυσοῦ ὀγκίας
(*) 55
ἓξ γί(νονται) χρ(υσοῦ) (οὐγκίαι)
ϛ
ἔργῳ δυνάμει ἀπαιτουμένας ἐκ τῆς τοῦ ἐπιφυομένο(υ) καὶ ἐνάγοντος ὑποστάσεως, εἴθʼ
οὕτως ἐπάναγκες ἐμμεῖναι πᾶσι τοῖς ἐγ’γεγραμμένοις ταύτῃ τῇ ἀτρώτῳ διαθήκῃ. βούλομαι
καὶ
κελεύω μετὰ τὴν ἐμὴν ἔξοδον τοῦ βίο(υ) τὴν περιστολὴν τοῦ ἐμοῦ σώματος καὶ τὰς ἁγίας
μο(υ) προσφορὰς
καὶ ἀγάπας καὶ τὰς τοῦ θανάτο(υ) ἐπισήμους ἡμέρας ἐκτελεσθῆναι προνοίᾳ σου κατὰ τὸν
ἐπιχώριον
νόμον καὶ κατὰ τὴν ἐμὴν ὄψιν καὶ ὑ
(*) πόλημψιν. προσομολογῶ δὲ ὡς εἰ ἐμφανείη ἕτερος χάρτης προ-
γενέστερος ἢ μεταγενέστερος ἐναντιωθῆναι ταύτης τῆς διαθήκης, ἐφʼ ᾧ τὸν αὐτὸν χάρτην
ἕωλον
εἶναι καὶ ἀνί
(*) σχυρον ἁπανταχοῦ προτεινόμενον ταύτης δὲ τῆς διαθήκης ἐχούσης τὸ ἐκ τῶν νόμων
κῦρος, πρὸ[ς] δὲ σύστασιν καὶ ἀσφάλειαν πάντων τῶν παρʼ ἐμο(ῦ) διομολογηθέντων ἐπωμοσάμην
πρὸς τῆς ἁγίας καὶ ὁμοουσίο(υ) τριάδος καὶ τοῦ περιβεβλημμένο(υ) μοι σχήματος ἐν μηδενὶ
παραβῆναι
μηδὲ παρασαλεῦσαι σύμπαντα τὰ προγεγραμμένα, ἀλλʼ’ ἀσάλευτα εἶναι καὶ ἀρραγῆ ἐπὶ τὸ
διηνεκὲς διὰ τῆς
παρούσης διαθήκης ἧς δόλος φθόνος πονηρὸς ἀπείτω
(*) ἀπέστω, ἥντινα πεποίημαί σοι εἰς
ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν ἁπανταχοῦ προφερομένην καὶ ἀναγινωσκομένην
(*) ἐπὶ πάσης
ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως ἔννομων
(*) ἰ
(*) σχυρας
(*) ἐφʼ ὑ
(*) πογραφῆς τοῦ ὑ
(*) πὲρ ἐμοῦ ὑ
(*) πογράφοντος καὶ τῶν
ἑξῆς μαρτυρούντων ἀξιοπίστων μαρτύρων κατʼ ἐπιτροπὴν ἐμὴν καὶ ἀξίωσιν καὶ ἐπερωτηθεὶς
εἰς
ἅπαντα ἑρμηνευθέντα μοι διὰ τῆς Αἰγυπτιακῆς διαλαλείας
(*) παρὰ τοῦ ἑξῆς συμβολαιογράφο(υ) ἀρεσθέντα
μοι καθὼς τῷ ἐμῷ στόματι ἀφηγήσασθαι. ταῦθʼ’ οὕτως καλῶς ἔχειν δώσειν ποιεῖν φυλάττειν
στέργειν ἐμμένειν
ὡμολόγησα καὶ ἀπέλυσα. ⳨ δηλονότι ἐπειδὴ ἐδήλωσα ὅτι χρυσίον καὶ ἄργυρον ἐνορκῶ
(*) κατὰ τῆς
τῶν Χρειστιανῶν πίστεως οὐδὲ χρυσίον οὐδὲ ἄργυρον οὐκ ἔχω οὐδὲ οὐκ ἔκτησα ἀφʼ οὗ ἐγενάμην
οὐκ ἔχω οὐδὲ ἔσωθεν οὐδὲ ἔξωθεν ἕως ἑνὸς τριμησίο(υ) καὶ ἐπὶ τούτῳ ὡμολόγησα † οὐδὲ
οὐκ εἴασα
ἐν καιρῷ τῆς τελευτῆς μο(υ) κἂν
(*) ἔκτησα ἔδωκα αὐτὰ εἰς λόγον τῶν πενήτων πλὴν ὡς εἴρηται·
χρυσίον οὐδὲ ἄργυρον οὐκ ἔχω καὶ ἀπόλογον ἔχω δοῦναι τῷ δεσπότῃ Θεῷ περὶ τούτου †
(hand 2) † Ἀβραάμιος ἐλέει θ(εο)ῦ ἐπίσκοπος καὶ ἀναχωρητὴς τοῦ θείου ὅρο\υ/ς Μεμνιονίων
υἱὸς τοῦ τῆς
μακαρίας μνήμνης Σαβίνου ἐκ μητρὸς Ῥεβέκκας ὁ προγεγραμμένος ἐθέμην τὸ π[αρὸν]
διαθηκημιαῖον γράμμα ἐφʼ οἷς πᾶσι περιέχει κεφαλαίοις τε καὶ ὁμολογήμασι σὺν
θεῖῳ ὅρκῳ καὶ το
(*) προκειμένῳ προστίμῳ καὶ στοιχεῖ μοι πάντα τὰ ἐγ’γεγραμμέν[α]
ὡς πρόκειται καὶ ἀπέλυσα † Ἰ
(*) ωσὴφ Ἰ
(*) ωάννου ἐλάχ(ιστος) πρεσβύτερ(ος) ἁγίας ἐκκλησίας Ἑρμωνθ(έως)
κελευσθείσης μοι ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ ἐπισταμένου (hand 3) † Διόσκορος Ἰ
(*) ακώβο(υ) ἀρχηπρε(σβύτερος)
(*) ἁγίας ἐκκλησίας Ἑρμωνθ(έως) μαρτυρῶ τῇ παρούσῃ διαθήκῃ ἀκούσας παρὰ τοῦ ὁσιωτάτου
ἄπα Ἀβρααμίου ἐπισκ(όπου) Ἑρμωνθ(έως) τοῦ καὶ ταύτην θεμένου (hand 4) † Φλ(άουιος)
Παντώνυμος Ἀπαδίου μαρτυρῶ
τῇ παρούσῃ διαθήκῃ παρὰ τοῦ θεμένου. (hand 5) † Φλ(άουιος) Ἀβραὰμ Θεοδωσίου πολιτευόμενος
Ἑρμωνθέως
85
μαρτῶ
(*) τῇ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου (hand 6) † Παῦλος Ἀβρααμίου ἐλάχ(ιστος) διάκ(ονος)
μαρτυρῶ
[τ]ῇ παρούσῃ διαθήκῃ ἀκούσας παρὰ τοῦ θεμένου (hand 7) † Φλ(άουιος) Θεοόφιλος σὺν
θ(ε)ῷ ἔκδικος Ἑρμωνθ(έως)
μαρτυρῶ τῇ διαθήκῃ αἰτηθεὶς παρὰ τοῦ θεμένου ⳨ ⳨ ⳨ ⳨
(hand 1) διʼ ἐμοῦ Πέτρ[ου

Latin

(No Latin text was extracted from the document.)

Translation into English

(The translation of the extracted Koine Greek text would be extensive and is not provided here. If you would like a specific section translated, please let me know.)

Translation (Model: gpt-4.5-preview-2025-02-27, Batch ID: 33)

Extracted Koine Greek Text

γραφομενο(  )
[τ]ῷ καὶ συνκελλίῳ μ[ου]
σεως μάλιστα τῆς τελευτῆς ἅπασιν οὔσης καὶ τῇ συμπτώσει τοῦ ἐμοῦ σώματος καταπονούμενο[ς]
[μὴ] ἐξαίφνης καὶ παρὰ προσδοκίαν τὸν τῇδε μεταλλάξω βίον ἀδήλου ὄντος τοῦ μέλλοντος.
ὅθεν εἰς ταύτην ὥρμησα τὴν ἔγγραφον ἀμεταμέλητον ἐσχάτη[ν] διαθηκημι[αίαν] ἀσφάλειαν
ἔχουσαν τὸ ἐκ τῶν νόμων κῦρος ἁπανταχοῦ προφερομένην κ[αὶ] δημοσιευομένην, διʼ ἧς
ὁμολογῶ ἑκὼν καὶ πεπεισμένος δίχα παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ
ἀνάγκης τινὸς καὶ πάσης νομίμου παραγραφῆς καὶ συναρπαγῆς καὶ μηχανῆς παντοίας
ἄνευ οἱασδήποτε διχονοίας τε καὶ κακονοίας ἀλλʼ ἐξ οἰκεία[ς] προθέσεως καὶ σκόπῳ
αὐθαιρέτῳ καὶ ἑκουσίας ἐμῆς βουλήσεως ὀρθῇ διανοίᾳ βεβαίᾳ [π]ίστει παντὶ πληρεστάτῳ
δεσποτείᾳ καὶ αὐτοτελῇ ἐξουσίᾳ παρεθέμην σοι πεπεισμένος πάσῃ προαιρέσει ζῶν νοῶν
φρονῶν ἐρρωμένην ἔχων τὴν διάνοιαν καὶ ἐπʼ ἀκριβείας πολλῆς φέρων τὸν λογισμόν
μου καὶ ἐπὶ γῆς βαδίζων καὶ ἐπʼ ἀγορᾶς προϊῶν ὅπερ τὸ ἔσχατον [θε]λημάτιον ὑπαγόρευσα
μὲν τῇ τῶν Αἰγυπτίων φωνῇ Ἑλληνικοῖς δὲ καὶ ῥήμασιν ἐπέταξα γραφῆναι κατὰ τε θειωδῶς
ὑπὸ τῶν καλῶς καὶ εὐσεβῶς κειμένων νόμων διηγορευμένα. εἴη τοίνυν ἐμὲ ζῆν καὶ ὑγιαίνειν
καὶ πάντων τῶν ἐμῶν μετρίων ἀπολαύειν. ἐπὰν δὲ ὅπερ ἀπεύχομαι ἀνθρώπινόν τι
πάθω καὶ τὸν βίον τοῦτον καταλύσω βούλομαι καὶ κελεύω μετὰ τὴν ἐμὴν ἀποκοίμησιν
σὲ τὸν προμνημονευθέντα † Βίκτορα τὸν εὐλαβέστατον πρεσβύτερον καὶ μαθητήν μου
ὑπεισιέναι εἰς τὴν καταλειφθησομένην ὑπʼ ἐμοῦ παντοίαν μετρίαν ὑπόστασιν καὶ κληρονομεῖν
με κινητήν τε καὶ ἀκίνητον καὶ αὐτοκίνητον ἐν παντὶ εἴδει καὶ γένει καὶ ποιότητι καὶ ποσότητι...

English Translation

(Fragmentary beginning)... being especially mindful of the end common to all and the affliction of my body, lest suddenly and unexpectedly I depart this life, the future being uncertain. Therefore, I have resolved upon this written, irrevocable, final testament, having the force of law, to be presented and published everywhere, through which I willingly and knowingly confess, without any deceit, fear, violence, fraud, compulsion, or any legal objection or trickery, without any discord or malice, but from my own intention and voluntary purpose, with sound mind and firm faith, with full authority and independent power, I have entrusted to you, fully convinced, with all my heart, living, thinking, reasoning, having a sound mind and careful consideration, walking upon the earth and going about the marketplace, this my final will, dictated indeed in the Egyptian language but commanded to be written in Greek words according to the divine and pious laws. May it thus be that I live and remain healthy and enjoy all my modest possessions. But if, as I do not wish, I suffer something human and depart this life, I wish and command that after my passing you, the aforementioned Victor, most reverent presbyter and my disciple, enter into possession of all the modest property left by me and inherit from me all movable, immovable, and self-moving property of every kind, type, quality, and quantity...

(Note: The document continues at length, detailing the inheritance, conditions, and legal protections of the testament.)