p.lond;2;154

Canonical URI: http://papyri.info/ddbdp/p.lond;2;154
Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek

Ἡρακλείδ(ης) (ἐτῶν) κ οὐ(λὴ) ποδ(ὶ) (ἀριστερῷ) καὶ χ ας Ἰσιδώ[ρα] (ἐτῶν(?)) μ̣ [ο]ὐ̣(λὴ) κ̣α̣ρ̣π̣(ῷ) (ἀριστερῷ) κ(αὶ) Φιλήμο(νι) ὡ̣ς̣ (ἐτῶν) λζ ⟦ ⟧ ἔτους τεσσαρεσκαιδεκάτου Ν[έρ]ωνος Κλ[αυ]δίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Τῦβι εἰκάδει — ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσιν[οεί]του νομο[ῦ. ὁμολογ]ε̣ῖ Ἡρακλείδης Πεθέως τοῦ Ἡρακλείδου ὡς ἐτῶν εἴκοσι οὐλ(ὴ) ποδεὶ ἀριστερῶι Φιλήμονι Πτολεμαίου ὡς ἐτῶν τριάκον[τα] ἑπτὰ [οὐλ(ὴ) με]τώπωι μέ̣σ̣ωι πεπρακέναι αὐτῶι Φιλήμονι κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν [ἅ]παντα [χρόν]ον ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι ἐν Καρανίδι πατρικ̣ῆς αὐλῆς ἐκ τοῦ πρὸς νότον μέρους τόπους περιτε̣[τε]ιχισμ[έ]νους ἐ[μ]βαδικοὺ[ς] πήχεις πεντακοσίους ὧν μέτρα νότον ε[ἰς] βορρᾶ πήχεις δεκαπέντε ἕκτον , λιβὸς ε[ἰς] ἀπηλιώτην πήχ[εις] τριάκοντα τρεῖς πήχει τελείῳ ξ̣υλικῷ τεκτονικῶι κ(αὶ) τὰ συνκύροντα πάντα ὧν γ[είτ]ονες νότου ῥύμη βασιλικῆι , βορρᾶ τοῦ Ἡρακλείδου κ(αὶ) τῶν ἀδελφῶ[ν] ἑτέρα αὐλῆι , λιβὸς εἴσοδος καὶ ἔξοδος κοινὴ πλά̣τ̣ο̣υ̣ς̣ πηχῶ[ν] τ[ρίω]ν [εἰ]ς ἣν ἀν[οί]ξει ὁ Φιλήμων θύρας κ(αὶ) θυρίδας [διʼ ἧ]ς εἰσοδεύσι κ(αὶ) ἐξοδεύσι διεγβάλλουσα εἰς νό[τον] κ(αὶ) βορρᾶ, ἀπη̣[λιώτο]υ Πασοκνοπαίου τ[ο]ῦ Ἁρπαήσιος τόποι καὶ ἀπέχειν τὸν ὁμολογοῦντα Ἡρακλείδην παρὰ τοῦ Φιλήμο(νος) τὴν [σ]υνκεχωρημένην τιμὴν ἐκ πλήρους ἀργυρίου δραχ[μὰ]ς διακοσίας παραχρῆμα διὰ χειρὸς ἐξ [ο]ἴκου κ(αὶ) βεβαι-ώσειν τὸν ὁμολογοῦ[ντα Ἡρακ]λείδ[η]ν [κ(αὶ) το]ὺς παρʼ αὐτο̣ῦ̣ τῶι Φιλήμονι κ(αὶ) τοῖς παρʼ αὐτοῦ τὴν πεπραμένην καθὼς πρόκειται αὐλὴν πάσηι βεβαιώσει ἐπὶ [τὸν ἅ]παντα χρόνον κ(αὶ) [μ]ὴ ὑπερυποκειμένην μηδὲ προεξηλλοτριωμένην διὰ μηδένος ἀρχεί̣ο̣υ κ(αὶ) μη[δ]ὲν ἐ̣μ̣ποιούμεν[ο]ν α[ὐ]τ[ῆς μη]δὲ μέρους μηδὲ τῶν ἐξ αὐτῶν τρόπῳ μηδένι μηδὲ κωλύοντα Φιλήμονα μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντα[ς αὐτῶν] κ(αὶ) εἰσοδεύοντας̣ κ(αὶ) ἐξοδεύοντας κ(αὶ) κατασπῶντες κ(αὶ) ἀνοικοδ(ομοῦντας) κ(αὶ) χρομένους αὐτοῖς ὡς ἐὰν αἱρῶν̣τ̣αι κ(αὶ) ὑποτιθ(έντας) κ(αὶ) ἐξαλλοτριο(ύντας) ἑτέρ[ῳ] κ(αὶ) χρομένους αὐτοῖ(ς) ὡς ἐ̣ὰ̣ν αἱρ(ῶνται) ἐὰν δὲ μὴ βεβαιοῖ ὁ Ἡρακ(λείδης) καθὼς π̣ρόκ̣(ειται) ἀποτισάτ\ω/ τὰ βλά̣β̣η κ(αὶ) ἀνηλ(ώματα) κ(αὶ) ἐπίτιμ(α) (δραχμὰς) χιλίας κ(αὶ) τὸ(ν) δημόσιο(ν) τὸ̣ ἴσο̣ν̣ κ(αὶ) μηδὲν ἧσ[σ(ον)] παροῦσα δʼ ἡ τοῦ Ἡρακ(λείδου) μήτηρ Ἰσιδώρα Διονυσίου (ἐτῶν) μ οὐ(λὴ) καρπ(ῷ) ἀρισ(τερῷ) μετὰ κ(υρίου) αὐτοῦ Ἡρακ(λείδου) εὐδοκεῖ. ὑπο(γραφεὺς) Κόραξ Ἀπολ(λωνίου) (ἐτῶν) λζ μήλ(ῳ) δεξι̣ῷ̣ Ἡράκλε̣ι̣τος Πεθέως τοῦ Ἡρακλείτου ὁμολογῶ̣ πεπρακέναι Φιλήμ̣ο̣ν̣ι Πτο̣λ̣ε̣μα̣ίου κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῆς ὑπαρχούση(ς) μοι ἐν Καρανίδι πατριγῆς αὐλῆς ἐκ τοῦ πρὸς̣ νότου μέρους τώπους περιτετειχισμένους ἐνβατικοὺς πήχις πεντακοσίους ὧν μέτρα ἐπὶ βορρᾶ πήχις δεκαπέντε ἕκτο̣ν̣ λιβὸς ἐπ’ ἀπηλιότου πήχις τριάκοντα τρῖς τελίῳ ξ̣ενικῷ τεκτηνικῷ καὶ τὰ συνκύρωντα πάντα γίτω̣νες νότου ῥ̣ύ̣μ̣η βασιλική, βορρᾶ ἐμαυτοῦ Ἡρακλείτου καὶ τῶν ἀδελφῶν αὐλή, λιβὸς εἴσοδος καὶ ἔξοτος κυνὴ πλάτο̣υ̣ς̣ πηχῶν τρί[ων] εἰ[ς] ἣν ἀνύξι ὁ Φιλήμο̣ν θυραν καὶ θυρίτος διʼ ἧς ἐξοτεύση καὶ ἐξοτεύζη διεκβάλλουσα εἰς νότον καὶ βορρᾶ, ἀπηλιότου Πασοκνοπαίου τοῦ Ἁρπαήσιος τω̣πων καὶ ἀπεχο τὴν συνκεχωρημένην τιμὴν ἐκ πλήρο̣υ̣ς ἀ[ργ]υρίου δρ[αχ]μὰς διακοσίας διὰ χιρὸς ἐξ ὔκου καὶ βεβαιώσο πάσῃ βεβαιώσι ἐπὶ τὸν ἅπαντα χρόνον εὐτογῖ τε ἡ μήτερ Ἰσ̣ι̣[δ]ώρα Δ̣ι̣[ον]υ̣σ̣ίου μετὰ κυρίου ἐμαυτοῦ Ἡρακλείτου κα(θὼς) πρόκε(ιται) ἔγραψ(α) ὑπὲρ αὐτῶν Κόραξ Ἀπολλωνίου διὰ τὸ μὴ εἰδέ-ναι αὐτ[οὺς γρ(άμματα).] Φιλήμων Πτολεμαίου ἠγόρακα καθὼς πρόκιται . ἔτους ιδ Νέρωνος [Κλαυδίου Καίσαρος Σεβαστοῦ Γ]ερμαν[ικοῦ] Αὐτοκράτορος μηνὸς Τῦβι εἰκάδι ἀναγ̣έ̣γραπται διὰ τοῦ ἐν Καρανίδι γραφίου

Latin

N[έρ]ωνος Κλ[αυ]δίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος

Translation

(This document is a legal agreement or acknowledgment involving individuals named Heracleides, Isidora, and Philemon, detailing property and financial transactions, including the amount of 200 silver drachmas, and the conditions under which these transactions are valid. It also mentions the authority of the Roman Emperor Nero and the location of Karani, among other details.)

Translation (Model: gpt-4.5-preview-2025-02-27, Batch ID: 16)

Extracted Koine Greek Text

Ἡρακλείδης Πεθέως τοῦ Ἡρακλείδου ὡς ἐτῶν εἴκοσι οὐλὴ ποδὶ ἀριστερῷ, Φιλήμονι Πτολεμαίου ὡς ἐτῶν τριάκοντα ἑπτὰ οὐλὴ μετώπῳ μέσῳ, πεπρακέναι αὐτῷ Φιλήμονι κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ ἐν Καρανίδι πατρικῆς αὐλῆς ἐκ τοῦ πρὸς νότον μέρους τόπους περιτετειχισμένους ἐμβαδικοὺς πήχεις πεντακοσίους, ὧν μέτρα νότον εἰς βορρᾶ πήχεις δεκαπέντε ἕκτον, λιβὸς εἰς ἀπηλιώτην πήχεις τριάκοντα τρεῖς πήχει τελείῳ ξυλικῷ τεκτονικῷ καὶ τὰ συνκύροντα πάντα, ὧν γείτονες νότου ῥύμη βασιλική, βορρᾶ τοῦ Ἡρακλείδου καὶ τῶν ἀδελφῶν ἑτέρα αὐλή, λιβὸς εἴσοδος καὶ ἔξοδος κοινὴ πλάτους πηχῶν τριῶν, εἰς ἣν ἀνοίξει ὁ Φιλήμων θύρας καὶ θυρίδας, διʼ ἧς εἰσοδεύσει καὶ ἐξοδεύσει, διεγβάλλουσα εἰς νότον καὶ βορρᾶ, ἀπηλιώτου Πασοκνοπαίου τοῦ Ἁρπαήσιος τόποι, καὶ ἀπέχειν τὸν ὁμολογοῦντα Ἡρακλείδην παρὰ τοῦ Φιλήμονος τὴν συνκεχωρημένην τιμὴν ἐκ πλήρους ἀργυρίου δραχμὰς διακοσίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου.

Extracted Latin Text

(No Latin text explicitly present in the provided document.)

English Translation

Herakleides, son of Petheus, grandson of Herakleides, about twenty years old, with a scar on his left foot, acknowledges to Philemon, son of Ptolemaios, about thirty-seven years old, with a scar in the middle of his forehead, that he has sold to him, Philemon, according to this agreement, from the present day onward forever, from the paternal courtyard belonging to him in Karanis, from the southern part, enclosed places measuring five hundred square cubits, whose measurements are: from south to north fifteen cubits, from west to east thirty-three cubits, measured by a perfect wooden carpenter's cubit, and all things belonging thereto. The neighbors are: to the south, the royal street; to the north, another courtyard belonging to Herakleides and his brothers; to the west, a common entrance and exit three cubits wide, into which Philemon will open doors and windows, through which he will enter and exit, extending from south to north; to the east, the places of Pasoknopaios, son of Harpaesis. Herakleides acknowledges that he has received from Philemon the agreed-upon price of two hundred silver drachmas in full, immediately paid by hand from his house.

Similar Documents