εἰς χό̣ρ̣του καὶ ἀράκ̣ο̣υ̣ σ̣π̣ο̣ρ̣ὰ̣ν̣ καταβρώμ̣α̣τος προ[βάτων ἄνευ φόρου,] τοῦ Κρονίωνος τοῦ νος χωρηγοῦντος α̣ὐ̣τ̣ο̣ῖ̣ς̣ σπερ- ματα, τῶν δὲ μισθωμένων τοὺς ποτισμοὺς κα̣ὶ̣ χ̣ωμα- τισμοὺς καὶ τὴν ἐπιμ̣έ̣λ̣ε̣ι̣αν τῶν χλορῶν πυομένων, τοῦ δὲ δευτέρου ἔτους τῆς μι̣σ̣θ̣ώ̣σεως τὰς αὐτὰς ἀρούρας ὀκτὼ εἰς πυροῦ σποράν, ἐκφορίο̣υ̣ τ̣οῦ παντὸς σὺν σπέρμασι αἷς λήμ- ψονται οἱ μεμισθωμένοι πυροῦ ἀρτάβας ὀκτὼι τοῦ παν- τὸς πυροῦ νέου καθαροῦ ἀδώλου ἀρταβῶν ἑκατὸ(ν) καὶ θαλλοῦ ἄρτων ἀρτάβης μιᾶς , τῶν δὲ ἄλλων ἀρουρῶν πέντε ἐκφορίου τοῦ παντ̣ὸ̣ς καθʼ ἔτος σὺν σπέρμασι αἷς λήμ- ψονται οἱ μεμισθωμέ̣ν̣ο̣ι πυροῦ ἀρτάβας δύο ἡμυσον τοῦ̣ παντὸς καθʼ ἔτος πυροῦ νέου̣ κ̣α̣θαροῦ ἀδώλου ἀρταβῶν τεσσαρ̣ά- κοντα καὶ θαλλοῦ καθʼ ἔτος̣ ἄρτων ἡμιαρταβιον ἅπαντα δὲ̣ μέτρωι ἑκσαχυνίκῳ θησαυροῦ Σατορνίνου. ἡ μίσθωσις ἥδη ἀκινδυνα παντὸς κινδύνου καὶ ἀνυπολωγ̣α παντ̣ὸ̣ς̣ ὑπολώγου τὰ δὲ ἔργα πάντα τοῦ κλήρου καὶ τοὺς καθή̣κοντα̣ς̣ χωματισμοὺς καὶ πωτισμοὺς καὶ βωτανισμοὺς καὶ τὰ ἄλλα̣ γεοργικὰ ἔργα πάντα ἀγαγέτωσαν οἱ μεμισθωμένοι καθʼ ἔ- τος τοῖς δέουσι καιροῖς βλάβος μηδὲν ποιούμενοι τὰ δὲ σημε- νώμενα ἐκφώρια ἀποδώτοσαν οἱ μεμισθωμένοι ἀεὶ ἐν μηνεὶ Παῦνει καθεσταμενας ἐν κώμην Θεωγων (ίδα) καὶ μετὰ̣ τὸν χ̣ρόνον παραδώσο̣υσι οἱ μεμισθωμένοι τὸν κλῆρον καθ̣αρ̣ὸ̣ν ἀπὸ θρύ̣ο̣υ̣ ἀγρώστεως πάσης δίσης τὸν δὲ Αἰγύπτιον κάλαμον ἐξ̣ ἐπικωπῆς καὶ τὰς διόρυγας ἀναβεβ̣λ̣η̣- μένας, καὶ μὴ ἐκσέστω οὖν τοῖ̣ς̣ μεμισθωμένοις ἐντὸς τοῦ χρόνου ἐκγληπῖν τὴν μίσθωσιν. βεβαιο̣ῖ̣ Κρονίων τὴν μίσ- θωσιν ἀπὸ δημωσίων χωρὶς ἄλλων ὧν ὠφίλουσι οἱ μεμισθομέ(νοι) κατὰ συνγραφὴν δανήων καὶ ἧς ἔχει̣ αὐτοῦ σὺν ἑτέρῳ μίσθωσειν ὑπογρ(αφεὺς) Ἀφροδίσιος Ἡρώδου ὡς (ἐτῶν) λε οὐλὴ ὑπʼ ἀντικνήμιον δεξιόν. Ὧρος Ὥρου καὶ υἱ εἱοὶ μου Ἑρμᾶς καὶ Ὡρος υἱο τρεῖς Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλον ἐνγυ εἰς ἔκτισιν με̣μ̣ισσθώμεθ̣α̣ τὰς προκιμένας ἀρούρας δεκατρεῖς ἐπὶ τὰ προκίμενα ἔτι δύο χορεὶς ἄλλον ἢ ὧν ὀφίλομεν το Κρονίωνι κατὰ συνγραφὴν δανήου καὶ ἧς ἔχι ἡμῶν σὺν ἑτέρῳ μίσσθω(σιν) καθὼς πρόκιτε ἔγραψε ὑπὲρ αὐτο͂ν Ἀφροδί̣σ̣ι̣ο̣ς Ἡρώδου [δι]ὰ τὸ μὴ εἰδένε αὐτοὺς γράμματα. Κρονίων [ [με]μίσθωκα καὶ βεβαιόσω καθὼς πρόκε̣ι̣ται. ἔτους
(No Latin text was extracted from the document.)
(The document appears to be a lease agreement concerning agricultural land, detailing the terms of cultivation, the responsibilities of the lessees, and the obligations regarding the harvest and payment. Specific quantities of crops, such as barley, are mentioned, along with the conditions under which the land is to be maintained and the penalties for non-compliance.)