γ̣ε̣γενημένην σ̣υ̣[γγ]ρ̣[αφὴν] καὶ δὴ καὶ προήγαγον τὴν ὠνιακὴν συγγραφὴν εἰς Ἰωάννην τὸν εὐλαβέστατον γεγενημένην τοῦ μνημονευθέντος κτή̣μ̣ατος περιέχουσα̣ν̣ καὶ τοὺς τότε καθυπογράψαντας μάρτυρας προσμαρτυροῦντας τῇ τῶν τριακονταὲξ νομισμάτων καταβολῇ. προήγαγον δὲ καὶ πρᾶσιν ἑτέραν κατανομῆς τινος παρὰ Ψαιῶτος γεγενημένην ἑτέροις ὕστερον χρόνοις πρὸς τὸν μνημονευθέντα Ἰωάννην τὸν τῆς εὐλαβοῦς μνήμης μνήμην ἔχουσαν τῆς πρότερον συντεθείσης ὠνιακῆς συγγραφῆς τοῦ μνημονευθέντος κτήματος καὶ ταύτην βεβαιοῦσαν, ἐκεῖθεν διισχυριζόμενοι καὶ κατασκευάζοντες ῆς εἴπερ κατὰ βίαν καὶ ἀνάγκην τινὰ πεποιηκὼς ἧν πρότερον τὴν τοῦ κτήματος ὠνιακὴν συγγραφήν, οὐκ ἂν μετὰ ταῦτα ταύτην ἐβεβαίου κατὰ τὴν μεταγενεστέραν τῆς κατανομῆς ὠνιακὴν συγγραφήν. πρὸς ταῦτα ἀντιδικαιολογούμενοι οἱ τοῦ διώκοντος μέρους τὴν μὲν μεταγενεστέραν ὠνιακὴν συγγραφὴν τὴν τῆς κατανομῆς χωρὶς βίας τινὸς ὡμολόγησαν γεγενῆσθαι, ἔφησαν δὲ μὴ εἰδέν̣αι τὸν τρόπον καθʼ ὃ̣ν μνήμη τις κατὰ ταύτην γέγονεν τῆς προτέρας πρ̣άσεως τῆς περὶ τοῦ κτήματος ἀλλὰ μᾶλλον κατὰ συναρπαγὴν ἢ κατὰ δόλον τοῦ συμβολα̣ιογράφου ταύτην ἐντετάχθαι τὸ τηνικαῦτα καὶ ἁπλῶς ἀπῄτουν τοὺς τοῦ φεύγοντος μέρους ἀποδεικνύειν τὴν τῶν τριακονταὲξ νομισμάτων καταβολήν. οἱ δὲ μάρτυρας ἢ καὶ ἀποδείξε̣ις ἑτέρας τῆς τῶν τριακονταὲξ νομισμάτων καταβολῆς ἔφησαν ἔχειν μὴ δύνασθαι μηδὲ νομίμως ἀπαιτεῖσθαι τὰς περὶ τούτου τοῦ μέρους ἀποδείξεις παρῳχηκότος λοιπὸν εἰκοσαετοῦς χρονον πλέω ἔλαττον ἐξ οὗπερ τὸ κτῆμα πέπραται καὶ ἡ ἐπὶ τούτῳ συντέθειται ὠνιακὴ συγγραφή. δικαιολογούμενοι πρὸς ταῦτα οἱ τοῦ διώκοντος μέρους ἐδίδαξαν πολλὰκις ἐκβοήσεσι κεχρῆσθαι κατὰ τὴν ἁ̣γίαν ἐκκλησίαν κατὰ Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης, προσεληλυθέναι δὲ πολλὰκις καὶ τῷ τῆς ἐπαρχείας ἄρχοντι π̣ερὶ ταύ̣της τῆς αἰτίας, περιδρομῆς δὲ πολλῆς γεγενημένης τῶν ἀντιδίκων ἀποκεκλεῖσθαι τοῦ περὶ ταύτης ζητήσεως λόγου. καὶ δὴ δικαιωμάτων ἑτέρων προκομισθέντων παρὰ τῶν τοῦ φεύγοντος μέρους πρὸς σύστασιν τῆς τοῦ κτήματος ὠνιακῆς συγγραφῆς καὶ πολλῶν ἐπὶ τούτοις λεχθέντων καὶ δικαιολογηθέντων παρὰ τῶν ἀφʼ’ ἑκατέρου μέρους τέλος κατά τινα μεσιτ\ε/ίαν καὶ φιλικήν τινα σύμβασιν καὶ κατάκρισιν καὶ δοκιμασίαν τοῦ κοινοῦ διαγνώμονος ἔδοξεν καὶ συνήρησεν τοῖς ἀφʼ ἑκατέρου μέρους ὥστε Βίκτορα τὸν εὐλαβέστατον καὶ Σενούθην πληροῦντας τὸ πρώσοπον Ἀπολλῶτος καὶ Παύλου καὶ Μαρίας τέκνων καὶ κληρονόμων Ἰωάννου τοῦ τῆς εύλαβοῦς μνήμης ὄρκον καταβάλλειν̣ σωματικὸν ὅτι δὴ ἀκ̣ρ̣ιβῶς̣ ἐπίστανται ὡς οἱ τριακονταὲξ χρυσοῖ λόγῳ τιμήματος ὑπὲρ τοῦ μνημονευθέντος κτήματος κατ’εβλήθησαν ἐπὶ Ψαιῶτα καὶ Ταλοῦν τὴν αὐτοῦ σύμβιον κατὰ τὸν τῆς πράσεως καιρὸν καὶ οὕτως ἕτερα νομίσματα δεκα-τέσσαρα παρὰ κεράτια τέσσαρα ἕκαστον ζυγῷ δημοσίῳ λόγῳ τιμήματος κατὰ προσθήκην προσενενεχθῆναι Ψαιῶτι ὑπὲρ τοῦ πεπραμένου κτήματος. σκοπηθείσης γὰρ ἀκριβῶς τῆς τε φορολογίας τοῦ μνημονευθέντος κτήματος καὶ τῆς ἐνελκομένης τούτῳ παντοίας δημοσίας συντελείας καὶ λόγου γεγονότος ἀκριβοῦς τῆς μετὰ τὰ εὐσεβῆ τελέσματα ὑπολειπομένης καθαρᾶς προσόδου καθʼ ἕκαστον ἔτος ἐκ τοῦ αὐτοῦ κτήματος, ἔδοξεν πεντήκοντα νομισμάτων καὶ μόνων χρυσίνων κατὰ ἀκρίβειαν ἄξιον εἶναι τὸ κτῆμα. τούτων οὔτω δοξάντων καὶ συναρεσάντων τοῖς ἀφʼ’ ἑκατέρου μέρους κατὰ κρίσιν καὶ μεσιτίαν τοῦ κοινοῦ διαγνώμονος τοῦ καὶ παρʼ αὐτῶν αἱρεθέντος κοινῶς τὸν μὲν σωματικὸν ὅρκον Βίκτωρ ὁ εὐλαβέστατος πρεσβύτερος καὶ Σενούθης καταβεβλήκασιν ἐπὶ Ψαιῶτα καὶ Ταλοῦν ὡς ἐπίστανται μετὰ πάσης ἀκριβείας ὅτι δὴ τοὺς τριακονταὲξ χρυσοῦς κατέβαλλεν ἐπʼ αὐτοὺς τὸ τηνικαῦτα κατὰ τὸν τῆς πράσεως καιρὸν ἀμειώτως Ἰωάννης ὁ τῆς εὐλαβοῦς μνήμης. καταβεβλήκασι δὲ ἐπʼ αὐτοὺς καὶ νῦν τοὺς ἑτέρους δεκατέσσαρας χρυσοῦς παρὰ κεράτια τέσσαρα ἕκαστον ζυγῷ δημοσίῳ. ἔτι κεκίνηκεν Ψαιῶ πρὸς Βίκτορα καὶ Σενούθην πληροῦντας τὸ πρόσωπον τῶν κληρονόμων Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ὡς ἕτερα δύο κτήματα ἀρουρῶν ὅσων ἐστίν πέπρακεν αὐτοῖς ὀλίγου τιμήματος κατὰ τὸν τῆς στενώσεως καιρὸν οὐ κατʼ ἀνάγκην τινὰ καὶ κατὰ βίαν ἀλλὰ διὰ σπάνιν τῶν ἐπιτηδείων καὶ ἐπὶ τούτοις δεδικαίωται παρὰ τοῦ κοινοῦ διαγνώμονος ἡσυχίαν ἄγε̣ιν καὶ μηδεμίαν ἐ̣π̣ι̣ζήτησιν πρὸς αὐτοὺς περὶ τούτων ὡς δὴ μὴ κατὰ ἀνάγκην ἀλλʼ’ ἑκουσίως τὴν τούτων ἐκποίησιν πεποιηκώς. ἔτι κεκίνηκε πρὸς αὐτοὺς καὶ ὡς φανερὸν σῖτόν τε καὶ χρυσίον ἀπῃτημένος παρὰ Ἀπολλῶτος λόγῳ δημοσίων καὶ ταῦτα μηδὲν ἐποφείλων καὶ π̣ρ̣ὸς σύστασιν τῶν αὐτῷ εἰρημ̣έν̣ων προήγαγεν ἀσφάλειάν τινα περὶ τούτου. πρὸς ταῦτα δικαιολογούμενοι Βίκτωρ καὶ Σενούθης ἔφησαν μηδὲν ἀκριβὲς εἰδέναι περὶ τούτου τοῦ μέρους Ἀπολλῶτος τοῦ τῆς μακαρίας μνήμης τὸν τῇδε μεταλλάξαντος βίον πρὸ ἐτῶν δεκαεννέα πλέω ἔλαττον καὶ ὅρκον αὐτῷ καταβεβλήκασιν ὠς οὐδὲν ἐπίστανται συντεῖνον εἰς ταύ̣την τὴν ζήτησιν. ἔτι κεκίνηκε πρὸς αὐτοὺς Ψαιῶ ὡς κατά τινα περίστασιν ἀσφάλειάν τινα πεποιηκὼς αὐτοῖς περὶ οἰκίας αὐτῷ προσηκούσης ἀποσοβήσεως καὶ καθαροποιήσεως ἕνεκεν τοῦ τετάρτου μέρους τοῦ κτήματος τοῦ κατὰ Θεοδόσιον τὸν ἀπὸ Πακῆρκε διακειμένου ἐν πεδιάδι κώμης Ἀφροδίτης τοῦ αὐτοῦ Ἀνταιοπολίτου νομοῦ καὶ ἔδοξεν καὶ συνήρησεν τοῖς ἀφʼ’ ἑκατέρου μέρους ὥστε τοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης μηδένα λόγον ἔχειν πρὸς Ψάιόν περὶ τοῦ μνημονευθέντος οἴκου. πρὸς δὲ ἀναίρεσιν πάσης ἀμφιβολίας μεταξὺ τῶν μερῶν ἔδοξεν τό τε προενηνεγμένον παρὰ Ψάϊ ἐντάγιον τῶν δεκαοκτὼ νομισμάτ(ων) καὶ τὴν ἀσφάλειαν τοῦ τε σίτου καὶ τοῦ χρυσίου τοῦ δῆθεν λόγῳ δημοσίων ἀπῃτημένου διαρραγῆναι καὶ εἴ τι δὲ ἕτερον τοιοῦτο κα̣τὰ λήθην εἴσως ἀπέμεινεν παρʼ αὐτῷ μὴ προενηνεγμένον ἀρτίως ἔδοξεν καὶ τοῦτο μηδεμίαν ἔχειν ἰσχὺν ἀλλʼ’ ἄκυρον καὶ ἀνίσχυρον διὰ τὸ ἐπὶ πάσῃ ἀναιρέσει πάσης ζητήσεως καὶ ἀμφιβολίας μεταξὺ τῶν μερῶν ταῦτα δεδόχθαι. τούτων τοίνυν οὕτω δοξάντων καὶ στερχθέντων παρὰ τῶν ἀφʼ’ ἑκατέρου μέρους κατὰ τὸ ἀναγκαῖον ἐπὶ ταύτην ἐληλύθασι τὴν γενικὴν καὶ περιεκτικὴν διάλυσιν ἀναιρετικὴν τυγχάνουσαν πάσης ἐποχῆς καὶ παντὸς σπέρματος δίκης καθʼ ἣν Ψαιὸς μὲν καὶ Ταλοῦ ὁμολογοῦσιν ὑποδεδέχθαι τὰ λοιπὰ νομίσματα δεκατέσσαρα παρὰ κεράτια πεντηκονταὲξ ζυγῷ δημοσίῳ εἰς συμπλήρωσιν τῆς τιμῆς τοῦ κτήματος καλουμένου Ταυσίρεως κατὰ τὰ δόξαντα μεταξὺ αὐτῶν, γείτονες τοῦ αὐτοῦ κτήματος νότου γήδια τῶν κληρονόμων Ἑρμαουῶτος Ψύρου γενομὲνου πρεσβ(υτέρου) βορρᾶ γήδια τῶν κληρονόμων Μαριὰμ’ Ψαιῶτος ἀπηλιώτου γήδια ἄπα Βησαρίωνος Ἰωάννου πρεσβυτέρου λιβὸς γήδια τῶν κληρονόμων Ῥαχῆλ Ἑρμαουῶτος ἢ οἷοι ἂν ὦσει γείτονες πάντῃ πάντοθεν καὶ ὁμολογοῦσιν μηδένα λόγον ἔχειν ἔτι πρὸς τοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης περὶ τῶν μνημονευθέντων κτημάτων τῶν καὶ πεπραμένων αὐτοῖς κατὰ διαφόρους καιροὺς μήτε περὶ μέρους αὐτῶν μήτε περὶ καρπῶν παντὸς τοῦ φθάσαντος χρόνου μήτε περὶ παντὸς ἀλλ’ὰ καὶ ὁμολ<ογ>οῦσιν τὰς περὶ τούτων συντεθείσα̣ς κατὰ διαφόρους καιροὺς ὠνιακὰς συγγραφὰς κυρίας εἶναι καὶ βεβαίας πανταχοῦ προφερομένας. ὁμολογεῖ δὲ Ψαιῶς πάντα ἐπελευσόμενον τοῖς κληρονόμοις Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης τῶν πεπραμένων ἕνεκεν παρʼ αὐτοῦ κτημάτων ἢ μέρους τούτων ἀποσοβῆσαι κινδύνῳ ἰδίῳ καὶ τῆς αὐτοῦ περιουσίας κατὰ τὴν δύναμιν τῶν ἐπʼ αὐτοῖς συντεθεισῶν ὠνιακῶν συγγραφῶν. εἰ δὲ καὶ Θεοδόσιος ὁ ἀπὸ Πακῆρκε κατά τινα χρόνον ἤ τρόπον ἐπέλθῃ μέρος τῶν αὐτῶν κτημάτων ἐπιζητῶν ἤγουν οἱ τούτου κληρονόμοι ἢ καί τινες ἐξ αὐτῶν, ἔδοξεν ὥστε τοὺς αὐτοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ἤτοι Βίκτορα τὸν εὐλαβέστατον καὶ Σενούθην τοὺς ὑπὲρ αὐτῶν νῦν τοὺς λόγους ποιουμένους προενεγκεῖν τὴν πρὸς αὐτοὺς γεγενημένην παρὰ τοῦ μνημονευθέντος Θεοδοσίου διαλυτικὴν ὁμολογίαν τὴν καὶ παρʼ αὐτοῖς ἀποκειμένην ἧς καὶ τὸ ἴσον ἐκδεδώκασιν ἀ̣ρτίως μεθʼ ὑπογραφῆς ἑαυτῶν καὶ οὕτως τὴν διάλυσιν ἐκείνην λαμβάνοντα Ψάιόν καὶ ταύτῃ χρώμενον καὶ ἑτέροις οἷς βούλεται δικαίοις ἀποσοβῆσαι καὶ τὸν μνημονευθέντα Θεοδόσιον ἐπ’ερχόμενον̣ τοῖς αὐτοῖς πράγμασιν ἢ μέρει αὐτῶν ἢ τοὺς τούτου κληρονόμους καὶ οὕτως μετὰ τοὺς ἀγῶνας αὖθις ἀναδιδόναι τὸ αὐθεντικὸν τῆς αὐτῆς διαλυτικῆς ὁμολογίας τοῖς κληρονόμοις Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης. εἰ δὲ κατά τινα καιρὸν ἢ τρόπον ὑπέρθωνται προενεγκεῖν τὴν μνημονευθεῖσαν ἐκείνην διάλυσιν οἱ κληρονόμοι Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ἤτοι Βίκτωρ ὁ εὐλαβέστατος καὶ Σενούθης οἱ νῦν ὑπὲρ αὐτῶν τοὺς λόγους ποιούμενοι ζητήσεως γινομένης παρὰ Θεοδοσίου τοῦ μνημονευθέντος περὶ μέρους τῶν αὐτῶν κτημάτων, ἔδοξεν ὥστε Ψαιῶτα μὴ ἀποσοβεῖν τὸν μνημονευθέντα Θεοδόσιον μήτε τοὺς ὑπὲρ τούτου κληρονόμους ἀντιποιουμένους μέρους τῶν αὐτῶν κτημάτων ἀλλὰ τὸν κίνδυνον τῆς ἀποσοβήσεως ἤτοι καθαροποιήσεως τῆς πρὸς Θεοδόσιον ὁρᾶν τοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ἤτοι τοὺς ὑπὲρ αὐτῶν τοὺς λόγους ποιουμένους ἐφʼ οἷς τὴν διάλυσιν προενεγκεῖν οὐκ ἠνέσχοντο διὰ τὸ οὕτω δεδόχθαι τοῖς μέρεσι. καὶ ἐπιτρέπουσι αὐτοῖς ταῦτα κατέχειν καὶ νέμεσθαι καὶ καρποῦσθαι καὶ διοικεῖν καθʼ ὃν βούλονται τρόπον παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ ἐπὶ τὸν ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον καὶ ὁμολογοῦ̣[σ]ιν ἀνῃρῆσθαι α̣ὐτοῖς πάντα λό̣γον κατὰ τ̣ῶν μ̣ν̣ημονευ̣θέντων κτημάτων ἢ μέρους αὐτῶν ἁρμόττοντα αὐτοῖς ἢ καὶ ἁρμόσαι δυνάμενον. ἔτι ὁμολογοῦσι μηδένα λόγον ἔχειν πρὸς αὐτοὺς μήτε περὶ δημοσίων ὡς κατὰ πλεονασμὸν ἀπῃτημένων μήτε περὶ οἱουδήποτε πράγματος ἁπαξαπλῶς ἀλλὰ καὶ ὁμολογοῦσι εἴ τις ἕτερος χάρτης ἢ καὶ ἐντάγιον συντεῖνον εἰς ταύτην τὴν ὑπόθεσιν ὑπολείπεται παρʼ αὐτοῖς τοῦτο ἄκυρον καὶ ἀνίσχυρον εἶν̣αι πανταχοῦ προφερόμενον διὰ τὸ ἐπὶ πάσῃ ἀπαλλαγῇ καὶ τελείᾳ τομῇ πάσης τῆς κατʼ αὐτοῦ ζητήσεως ταῦτα δεδόχθαι μεταξὺ τῶν μερῶν. ὁμολογοῦσιν δὲ καὶ Βίκτωρ ὁ εὐλαβέστατος καὶ Σενούθης πληροῦντες τὸ πρόσωπον τῶν κληρονόμων Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης μηδένα λόγον ἔχειν πρὸς Ψάιόν περὶ τῆς οἰκίας τῆς αὐτῷ προσηκούσης μήτε ἀντιποιεῖσθαι ταύτης καθʼ οἱονδήποτε χρόνον ἢ τρόπον ἀλλὰ καὶ τὴν ἔγγραφον ἀσφάλειαν τήν πρώην παρʼ αὐτοῦ γεγενημένην εἰς αὐτοὺς ὁμολογοῦσιν εὑρίσκοντες ἀναδιδόναι ἤγουν μένουσαν παρʼ αὐτοῖς ἀργὴν καὶ ἀνίσχυρον εἶναι πανταχοῦ προφερομένην. ἔτι ὁμολογοῦσιν καὶ τὴ παντοίαν δημοσίαν συντέλειαν τὴν ἐνελκομένην τοῖς πεπραμένοις Ἰωάννῃ τῷ τῆς εὐλαβοῦς μνήμης κτήμασι κατὰ διαφόρους καιροὺς ἐπιγινώσκειν ἀνελλειπῶς καὶ ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον πρὸς τὴν γεγενημένην μέτρησιν ἢ καὶ πρὸς ἑτέραν ὡς εἰκὸς ἐσομένην τοῦ κινδύνου μειώσεως ἤτοι αὐξήσεως δημοσίων τελεσμάτων κατὰ τὸ εἰκὸς ἐσομένης ὁρῶντος αὐτοὺς κινδύνῳ αὐτῶν καὶ τῆς αὐτῶν περιουσίας καὶ ὁμολογοῦσι τὸ ἀζήμιον καὶ τὸ ἀνενόχλητον εἶναι Ψαιῶτι καὶ Ταλοῦτι τῇ αὐτοῦ συμβίῳ παντοίων δημοσίων τελεσμάτων ἕνεκεν τῶν αὐτῶν κτημάτων ἐξ οὗπερ παρειλήφασι αὐτοὶ ἤτοι Ἰωάννης ὁ τῆς εὐλαβοῦς μνήμης τὰ αὐτὰ κτήματα μέχρι τῆς νῦν καὶ ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον. καὶ ὁμολογοῦσι μηδένα λόγον ἔχειν πρὸς αὐτοὺς περὶ ἑτέρου οἱουδήποτε πράγ̣μ̣ατος ἁπαξ̣απλῶς μήτε περὶ δαπανημάτων μήτ̣ε̣ περ̣ὶ ζημιωμάτων διὰ τὸ ἐπὶ πάσῃ ἀπαλλαγῇ καὶ τελείᾳ τομῇ τῆς κατʼ αὐτοὺς ὑπόθεσης ταύτην μεταξὺ αὐτῶν γεγενῆσθαι τὴν γενικὴν διάλυσιν καθʼ ἣν ὁμολογοῦσιν οἱ ἀφʼ’ ἑκατέρου μέρους ἅπαντες ἀλλήλοις καὶ ἕκαστος αὐτῶν καὶ ἑκάτερος τῷ ἑτέρῳ κεχωρισμένος μηδένα λόγον ἔχειν πρὸς ἀλλήλους περὶ οἱουδήποτε πράγματος μικροῦ ἢ μεγάλου ἐγγράφου ἢ ἀγράφου νοηθέντος ἢ μὴ νοηθέντος εἰς νοῦν ἐλθόντος ἢ μὴ ἐλθόντος λεχθέντος ἢ μὴ λεχθέντος κριθέντος ἢ μὴ κριθέντος καὶ τοῦ λοιποῦ μὴ ἐγκαλεῖν αὐτοὺς ἀλλήλοις μήτε ἐγκαλέσειν μήτε ἐν ἐπιχωρίῳ δικαστηρίῳ μήτε ἐν ὑπερορίῳ μήτε ἐκτὸς δικαστηρίων μὴ διʼ ἑαυτῶν μὴ διʼ ἐντολέως μὴ διὰ παρενθέτου οἱουδήποτε προσώπου οὐκ’ αὐτοὶ οὐ κληρονόμοι αὐτῶν οὐ διάδοχοι οὐ διακάτοχοι πρὸς ἀλλήλους καὶ κληρονόμους ἀλλήλων καὶ διαδόχους καὶ διακατόχους διὰ τὸ ἐν ἅπασι αὐτοὺς ἀπηλλάχθαι ἐπὶ τῷ προτεταγμένῳ τύπῳ καὶ ἐπὶ τούτοις πᾶσιν ἑκάτερον μέρος ἐπ’ωμόσατο τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ καλλινίκου δεσπότου τῆς οἰκουμένης Φλ(αουίου) Ἰουστιν<ι>ανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἐμμεῖναι πᾶσι τοῖς προγεγραμμένοις καὶ κατὰ μηδένα τρόπον παραβῆναι. εἰ δέ τις ἐξ αὐτῶν τολμήσειεν παραβῆναι καὶ ὑπεναντίον ταύτης τῆς διαλύσεως διαπράξασθαί τι ὁμολογεῖ τὸ παραβαῖνον μέρος διδόναι τῷ ἐμμένοντι μέρει λόγῳ προστίμου ὑπὲρ μόνης τῆς παραβασίας χρυσοῦ ν̣ο̣μίσματα ἑκατὸν εὔσταθμα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα μετὰ τοῦ καὶ ὑπεύθυνον αὐτὸν εἶναι τῷ κινδύνῳ τῆς ἐπιορκίας οὐδὲν δὲ ἧττον ἀρραγῆ καὶ ἀσάλευτον μένειν ταύτην τὴν διαλυτικὴν ὁμολογίαν διηνεκῶς ἥνπερ ἔθεντο πρὸς ἑαυτοὺς πρὸς ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην καὶ πρὸς πάντα τὰ προγεγραμμένα καὶ πρὸς ἕκαστον κεφάλαιον ἐπερωτήσαντες ἀλλήλους καὶ παρʼ ἀλλή̣[λων] ἐπερωτηθέντες ταῦθʼ’ ο[ὕ]τως ἔχειν δώσειν ποιεῖν φυλάττειν ἐμμένειν ὡμολόγησαν. ὑπέθεντο δὲ ἀλλήλοις εἰς ἅπαντα τὰ προγεγραμμένα καὶ εἰς τὴν ἀπαίτησιν το’ῦ προκειμένου προστίμου εἴπερ ἁρμόσοι εἰς ἀπαίτησιν πάντα τὰ ὄντα καὶ ἐσόμενα αὐτοῖς πράγματα κινητά τε καὶ ἀκίνητα καὶ αὐτοκίνητα δικαίῳ ὑποθήκης καὶ λόγῳ ἐνεχύρου.
(No Latin text was extracted from the document.)
The document discusses the legal proceedings regarding a property transaction involving a certain John, who is described as pious. It details the agreements made, the witnesses involved, and the financial transactions that took place, including the payment of a specific amount of gold coins. The text emphasizes the legitimacy of the agreements and the absence of any coercion or fraud in the dealings. It also mentions the consequences of any breach of the agreement, including penalties.