ἐν ὀνόματι τῆς ἁγίας καὶ ζῳοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος
ἐγράφη μηνὶ Ἁθὺρ ἰνδ(ικτίονος) τετάρτης.
Αὐρηλία Εὐδοξία θυγάτηρ Γεωργίου μητρὸς Ῥοῦθ καὶ συνενοῦντος
καὶ συμπειθομένου ταύτῃ τῇ παρούσῃ ἐμῇ πράσει ἀνδρὸς {αὐτῆς} ἐμοῦ Ἀνουφίου υἱοῦ Ἰσακίου συντελεστοῦ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ
† Αὐρηλίῳ Μηνᾷ υἱῷ τοῦ μακαριωτάτου Χριστοφόρου ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν.
ὁμολόγῶ ἠπῦσα ἡ προγεγραμμένη Εὐδοξία θυγάτηρ Γεωργίου καὶ μετὰ συνενήσεως ἀνδρὸς {αὐτῆς} ἐμοῦ Ἀνουφίου υἱοῦ Ἰσακίου συντελεστοῦ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἤτι
πράσεως ἑκουσίᾳ γνομην αὐθερέτῳ βουλήσει καὶ ἀμετανοήτῳ καὶ ἀμεταβλήτῳ καὶ ἀμετατρέπτω λογισμῷ καθεροτάτῃ προθέσει καὶ καθαρᾷ συνεδύσει καὶ ἀδόλῳ σκοπῷ ὀρθῇ τῇ διανίᾳ
ἅμα τα καὶ ὀμνύς τῶν παντοκράτορα θεὸν καὶ τὴν νίκην τῆς βασιλικῆς σωτηρίας πεπρακέναι σ[οι τῷ] προειρημένῳ Μηνᾷ υἱῷ τοῦ μακαριωτ(άτου) Χριστοφόρου πραγματευτῇ καὶ κατακεγραφηκέναι σοι καὶ παρακεχωρηκέναι καὶ ἐγκηχωρηκέναι σ[ο]ι ἀπὸ τοῦ νῦν ἐπεὶ
τῶν ἀεὶ ἑξῆς ἅπαντα καὶ διηνεγκῆ χρόνον πληρεστάτῳ παντὶ δεσποτίας δικαίῳ καὶ καλῇ πίστει καὶ πάσι ἐξουσίᾳ καὶ ἐπεὶ αἰωνίᾳ δεσποτικῇ κατοχῇ τὸ ὑπάρχον μοι καὶ περιελθὸν εἰς ἐμὲ ἀπὸ δικαίας κληρονομίας παρὰ τοῦ μακαριωτ(άτου) μου πατρὸς ὁλόκληρόν μου μέρος ἀπὸ τῆς παλαιᾶς σεσαθρ[ο]μμένης οἰκίας λεγομένης Ἰωναθὰν οἰκοδόμου
του διακειμένης ἐν τῇ βορινῇ μερεσει τῆς εἰρημένης κώμης Ἀφροδίτης ἐπεὶ ῥύμης τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἀνεωγμένης εἰς λίβα εἰς τὴν δημοσίαν ῥύμην μετὰ παντὸς ἀπτητου δικαίου ἀπʼ ἐδάφους μέχρι ἀέρως ἄνω ἁπαξαπλῶς καθὸς ἐνεμώμην
ὁ μακαριωτ(άτου) μου πατρὸς ἔτι περιόντος οὐδὲν καταλυίψας ἐκ τοῦ πρωτηωμολογιμε ὁλόκληρου μου μέρος ἀπὸ του προκ(ειμένης) παλαιᾶς σεσαθρομένης οἰκίας καὶ ἐξ ἱουδήποται δικαίου ἀπʼ ἐδάφους μέχρι ἀέρως ἄνω ὡς πρὸ ἀνωτερο τέταγται, οἱ δὲ γείτονες του προκ(ειμένης) παλαιᾶς οἰκίας ἐκ τετρακόνου εἴσιν οὖτι νότου πεσου οἰκίας Μηνᾶ Χιχόιτος χαλχοπρατη ἀπηλιώτου μεγαλης ἐπαυλεως τῶν κληρωνόμων
Προμαυῶτος βορρᾶ οἰκία τῶν κληρονόμων Πέτρος ἢ οἷοι εἰὰν ὀ͂σει γείτονες πάντῃ πάντοθεν τιμῆς τε τῆς πρὸς ἀλλήλους συνπεφωρημένης καὶ συναρεσήσης τελείας καὶ ἀξίας χρυσοῦ δεσποτικων δωκ[ι]μων νομισματίου δίμοιρον συναλλαγης πρὸς παρασ(ταθμίαν) δυω τῷ σταθμῷ τῆς αὐτῆς κώμης, γί(νεται) χρ(υσοῦ) νο(μισματίου)
ἅπερ τοῦτο τῆς τιμῆς χρύσινον ἀπείληφα ἠπῦσα ἡ ποδομένη Εὐδοξία θυγάτηρ Γεωργίου καὶ μετὰ συνενήσεως ἀνδρὸς {αὐτῆς} ἐμοῦ Ἀνουφίου Ἰσακίου παρὰ σοῦ τοῦ αἰωνεμμ(ένου) Μηνᾶ υἱῶ Χριστοφόρος διὰ χειρός σου εἰς χεῖράς μου ἐπʼ ὄψεσει τῶν ἑξῆς ὑπογραφόντων νομίμων μαρτύρων εἰς τὸ ἀπὸ τοῦ νῦν ἐπεὶ τω διηνεγκὲς ἀριθμῷ σταθμῷ πλήρη πρήλη ἅμα τῇ πράσει γενωμέ(νῃ) ἐφʼ ᾗ τιμῇ καὶ πεπεισμενος πρὸς τὸ ἐντεῦθήν σε το αὐτο πριαμενος Μηνα
υ ἱω Χριστορόρου κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν ἀπὸ τοῦ πρωτη[ωμ]η̣λ̣εγ̣ο̣μένου ὁλοκλήρου μου μέρος ἀπὸ του προκ(ειμένης) σεσαθρομένης παλαιᾶς οἰκ̣ίας λεγομένης Ἰωναθὰν οἰκοδόμου καὶ ἐξ ἱουδήποται δικαίου ἀπὸ δάφους μέχρι ἀέρως ἄνω κατὰ τὴν̣ ἀ̣ν̣ώ̣τεραν διαστολὴν καὶ οἰκεῖν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ οἰκοδομεῖν ἢ καὶ ἐπεικοδο̣μεῖν καὶ μισθοῦν καὶ μηταμισθοῦν καὶ παραπέμπειν ἐπεὶ κληρονόμους ἰδίους καὶ διατόχους καὶ διακατόχος καὶ χρύσασθαι καὶ νέμαισθαι κατὰ των δοκοῦντά σοι κυριευτικὼν τρόπον ἀγ̣ορήτος καὶ ἀνεμποτίστος μητε ἑνός σοι ἀντιποιουμένου ἢ ἀντιποιηθησομένου τῶν μήτε ἐμὲ κληρονόμων ἢ συνκληρονόμων ἢ τον ἐκ γένους μοι ἀνηκόντων ἢ ἀχειστευώντων καὶ των ἐπειλευσεμενη παντὶ καιρῷ ἐπάναγκες <ἀποτρέψω>· εἰ δὲ καὶ ἧττον φροντισο τῆς βεβαιώσεως τριπλασεως τὸ τίμημα ἀποδωσο μετὰ καὶ του διαφερόντων καὶ ἀναλωμάτων πρὸς τῷ βεβαίαν εἶναι καὶ ἀνισχυρὰν ταύτην τὴν πρᾶσιν πανταχοῦ προφερομέ(νην) ἥνπερ ἁπλῆν γραφῖσαν ἑκοντες καὶ πεπεισμενος ἐθέμην σοι ἄνευ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πλάνης πάσης καὶ φώβου καὶ δώλου τινὸς ἐν δημοσίῳ ἀρχείῳ καὶ κατὰ νόμους τετελειωμενη μεθʼ ὑπογραφ(ῆς) τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφ(οντος) καὶ τῶν ἑξῆς συνηθ(ῶν) κατὰ παράκλ(ησιν) ἐμὴν μαρτυρ(ησάντων) μαρτύρ(ων) καὶ ἐξεδόμην σοι πρὸς ἀσφάλειαν καὶ εἰς πάντα τὰ ἐγγεγραμμέ(να) καὶ εἰς τὴν βεβαίω̣σ̣ιν̣ καὶ καθαροποίησιν ταύτης τῆς πράσ̣εως ὑποκιμένον σοι εἰς τοῦτο πάντων μου τῶν ὑπαρχώντων καὶ ὑπαρξόντων πραγμάτων κινητῶν τε καὶ ἀκινητου καὶ αὐτωκινητου γενικο͂ς καὶ ἰδικο͂ς ἐν παντὶ εἴδε<ι καὶ> γένει ἐνεχύρου λόγῳ καὶ ὑποθύκης δικαίῳ καθάπερ ἐκ τίκης καὶ πρὸς πάντα τὰ ἐγγεγραμμέ(να) ἐπεροτθ ταῦθʼ οὕτος ἔχειν δώσειν ποιεῖν φυλάττειν ὡμολόγησα.
(hand 2) Αὐρηλιοι Εὐδοξία θυκάτηρ Γεωργιος μητρὸς Ῥοῦθ καὶ μετὰ σενυνησεως ἀνδρὸς αὐτῆς Ἀνουφίου υἱος Ἰσακί̣ο̣υ ὡ προκειμενος ἐθήμεν ταυτη <τὴν> πρασει <καὶ> ἀπεσχόμεν τὴν προκ(ειμένην) τιρίαν τιμὴν εἰς χρυσοῦ νομισματια δοίμερον καὶ βεβεωσει πάσει βεβεώσει ἀπὸ παντὸς καὶ τιὰ παντὸς καὶ στοιχεῖ ἐμοῖ πάντα τὰ ἐγγεγραμέ(να) καὶ ὤμοσα των θῖον ὅργον ὡς πρόκ(ειται).
(hand 3) Αὐρήλιος Ἰωάννης Ἀπολλῶτος ἀξιωθεὶς ἔγγραψα ὑπὲρ αὐτῆς.
(hand 4) Αὐρήλιος Ἰωάννης Ἑρμαυῶτος μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμενος, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τον νομισματίου δίμοιρον τῆς τιμῆς.
(hand 5) Αὐρήλιος Δαυεὶτ Φοιβάμμωνος μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένον, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ των χρυσιον των δοί μοίρων νομισματων τῆς τιμῆς.
(hand 6) Αὐρήλιος Κωμάσιος Βίκτορος μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τον θυμένων μαρτυρῶ δὲ <καὶ τῇ> καταβολῇ των χρυσίου νομασματίου δίμοιρων τῆς τιμῆς.
(hand 7) διʼ ἐμοῦ ἄπα Ῥασίου νομικοῦ <ἐγράφη> ο κὰ ζοματίσομε.
† ἐν ὀνόματι τῆς ἁγίας καὶ ζῳοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
ἐγράφη μηνὶ Ἁθὺρ ἰνδικτίονος τετάρτης.
† Αὐρηλία Εὐδοξία θυγάτηρ Γεωργίου μητρὸς Ῥοῦθ καὶ συνενοῦντος καὶ συμπειθομένου ταύτῃ τῇ παρούσῃ ἐμῇ πράσει ἀνδρὸς αὐτῆς ἐμοῦ Ἀνουφίου υἱοῦ Ἰσακίου συντελεστοῦ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ † Αὐρηλίῳ Μηνᾷ υἱῷ τοῦ μακαριωτάτου Χριστοφόρου ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν.
ὁμολογῶ εἰποῦσα ἡ προγεγραμμένη Εὐδοξία θυγάτηρ Γεωργίου καὶ μετὰ συναινέσεως ἀνδρὸς αὐτῆς ἐμοῦ Ἀνουφίου υἱοῦ Ἰσακίου συντελεστοῦ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἤτοι πράσεως ἑκουσίᾳ γνώμῃ αὐθαιρέτῳ βουλήσει καὶ ἀμετανοήτῳ καὶ ἀμεταβλήτῳ καὶ ἀμετατρέπτῳ λογισμῷ καθερωτάτῃ προθέσει καὶ καθαρᾷ συνειδήσει καὶ ἀδόλῳ σκοπῷ ὀρθῇ τῇ διανοίᾳ ἅμα τε καὶ ὀμνῦσα τὸν παντοκράτορα θεὸν καὶ τὴν νίκην τῆς βασιλικῆς σωτηρίας πεπρακέναι σοι τῷ προειρημένῳ Μηνᾷ υἱῷ τοῦ μακαριωτάτου Χριστοφόρου πραγματευτῇ καὶ καταγεγραφηκέναι σοι καὶ παρακεχωρηκέναι καὶ ἐκκεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ καὶ καλῇ πίστει καὶ πάσῃ ἐξουσίᾳ καὶ ἐπὶ αἰωνίᾳ δεσποτικῇ κατοχῇ τὸ ὑπάρχον μοι καὶ περιελθὸν εἰς ἐμὲ ἀπὸ δικαίας κληρονομίας παρὰ τοῦ μακαριωτάτου μου πατρὸς ὁλόκληρόν μου μέρος ἀπὸ τῆς παλαιᾶς σεσαθρωμένης οἰκίας λεγομένης Ἰωναθὰν οἰκοδόμου...
† In the name of the holy, life-giving, and consubstantial Trinity, Father, Son, and Holy Spirit.
Written in the month of Hathyr, in the fourth indiction.
† Aurelia Eudoxia, daughter of Georgios, whose mother is Ruth, with the consent and agreement of her husband, myself Anouphios, son of Isakios, tax-collector from the village of Aphrodites in the Antaiopolite nome, to Aurelios Menas, son of the most blessed Christophoros, from the same village of Aphrodites, greetings.
I, the aforementioned Eudoxia, daughter of Georgios, declare with the consent of my husband, myself Anouphios, son of Isakios, tax-collector, through this written security, that is, sale, voluntarily, by my own free will, irrevocably, unchangeably, and unalterably, with the purest intention, clear conscience, sincere purpose, and upright mind, swearing by Almighty God and the victory of the imperial salvation, that I have sold to you, the aforementioned Menas, son of the most blessed Christophoros, merchant, and have registered and transferred and ceded to you from now and forever henceforth, with full rights of ownership, in good faith and with all authority, and for eternal possession, the property belonging to me and inherited by me from my blessed father, my entire share of the old dilapidated house called "Jonathan the builder"...
(No Latin text was found in the provided document.)