p.mich;20;808

Canonical URI: http://papyri.info/ddbdp/p.mich;20;808

Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek


πατείας Φλαου̣ί
ο Μοδέστου τοῦ λαμ(προτάτου) ἐπάρχου τοῦ ἱ
εροῦ πραιτωρίου κ̣α̣ὶ̣ Ἀρινθέου το̣ῦ̣ λαμ(προτάτου) στρατηλάτου Θὼθς̣.
Αὐρηλίοις Διοσκόρου Εὐλογίου καὶ Πέτρου Ἀγαθίνου καὶ Ἀγαθίνου Διδύμου καὶ Σαραπίωνι Πλου̣τάρχου καὶ Ἱέρακι Σε̣ρ̣ήνου
τοῖς πᾶσι βουλευταῖς τῆς Ὀξυρυγχιτῶν πόλεω̣ς̣ ἐπιμεληταῖς κριθῶν Πηλουσίου παρὰ Αὐρηλίου Σερήνου Λέωνος ἀπὸ τοῦ Ὀξυρυγχίτου κυβερνήτου πλοίου
Ἰσχυρίωνος πρωτήκτωρος υ̣
ἀπὸ πριμιπιλαρίου μετ’ ἐνγύου τῆς τοῦ γόμου παραδώσεως κ̣αὶ τοῦ ἐπενεγκεῖν ἄποχα γράμματα Αὐρηλ̣[ίο]υ̣ Διογένης Διογένους πολειτευομένου.
ὁμολογοῦμ̣ε̣ν ὀμνύντ̣ες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρ̣ατιανοῦ̣
[τῶν αἰ]ω̣νίων Αὐγούστων ἐγὼ μὲν ὁ κυβερνήτης παριλη̣φέναι καὶ ἐμβεβλ̣ῆσθαι εἰς τὸ προκίμενον πλοῖον ἀπὸ λόγου
[πρώτης νέ]α̣ς̣ ἰνδικτίωνος κριθῆς νέας καθαρᾶς ἀδόλου καὶ̣ ἀβρόχου καὶ ἐκτὸς πάσης αἰτίας καθεστηκο̣ιείης
[μέτρῳ δημ]ω̣σίῳ μετρήσι τῇ κελευτίσι ἐπὶ τὸ αὐτὸ (ἀρτάβας) Αϙα
τὸν δὲ γόμον κατενέγκουμεν ἐπὶ τὴν [Πηλουσιωτ]ῶν πόλει καὶ παραδώσωμεν εἰς τοὺς ἐκεῖσε δημοσίους θησαυροὺς ἀριθμῷ πλήρης καὶ τῆς τού-[των παρ]α̣δώσεως
ἄποχα γράμματα ὑποδέξασθαι ἐπ’ ὀνόματος ὑ̣[μῶ]ν̣ τῶν ἐπιμελ̣η̣τ̣ῶν καὶ ἐπενε̣γκῖ̣ν̣ [καὶ ἀναδοῦ]ν̣αι ὑ
μῖν, ἐγὼ δὲ ὁ ἐνγυητὴς Διογένης ἑκουσί[ᾳ καὶ α]ὐθερέτῳ γνώμῃ̣ [ἐγ]γ̣υᾶσθαι τὸν αὐτὸν [Σερῆνον] κυβερνήτην παραδίδουντα
τὸν γόμον τῶν κρ̣[ιθῶν ἐκ] π̣λήρους καὶ ἐπιφέροντα τὴν ἀ̣ποχήν·
[εἰ δὲ συμβαί]η̣ αὐτὸν ἐν τῇ παραδόσι γενόμενον λυπασ[θῆναι]
[, ἐπάν]αγκές ἐμὲ τὸν ἐνγυητὴν ὑποστῆναι [καὶ πληρῶσ]αι τὸ ζητούμενον πρὸς αὐτὸν μέτρον καὶ καθ[αρὰν]
[τὴν ἀ]π̣οχὴν ἐπενεγκεῖν ἢ ἔνοχοι εἴην τῷ θείῳ ὅρκῳ.
[Αὐρήλιος] Δ̣ιογένης ἐγγυῶμ̣α̣ι̣ τ̣ὸ̣ν̣ προ̣κείμενον κυ̣[βερνήτη]ν̣ Σερῆνον παραδίδουντα
τὸν γόμον [τῶν κριθῶν] καὶ ἐπιφαίροντα τὴν ἀποχὴν ὡς πρόκι[ται].
[Αὐρήλιος Σερῆνος Λέωνος παραίλαβα κ<αὶ> ἐναιβαλόμην]
τ̣[ὸν γόμον κριθ]ῆς καθαρᾶς ἀρτάβας χιλίας̣ ἐνενήκοντα̣ μίαν καὶ παραδώσω ὡς πρόκιται.
Αὐρήλιος Ἀπφοῦς Σαρ[απίωνος ἔγ]ραψα ὑπὲρ αὐτοῦ γράματα μὴ εἰδότος.
δι’ ἐμοῦ Ἁρπά̣λ̣[ου ἐγρά(φη).]

Latin

(No Latin text was extracted from the document.)

Translation into English

(The document appears to be a formal record or decree involving various officials and the delivery of a shipment of barley. The text includes oaths and guarantees related to the transaction, as well as the names of individuals involved in the process.)

Similar Documents