Μουνατιανῷ
Μουνατιανοῦ ἀπὸ ἱερέων
γενομένου
ἀρχιδικαστοῦ ὑῷ
τῶν ἐν τῷ Μουσείῳ σειτουμένων
ἀτελῶν, κεχ[ε]ιλιαρχηκότι
γενομένῳ στρατηγῷ τῆς πόλεως, ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματισ-
τῶν καὶ τῶν ἄλλων κριτηρίων·
παρὰ Σераλλίου Πτολ[λᾶ μη(τρὸς) Ἑρ]μ̣ι̣όνης τῆς Πλουτάρχου [τῶν ἀπὸ] τῆς κώμης
Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ ἀπούσης, ὑπὲρ ἧς πάρεστιν πρὸς
τὴν τελείωσιν τῆσδε τῆς συνχωρήσεως ὁ διαπεμφθεὶς
αὐτῇ Πτολλαρίων Παυλείνου τοῦ Πάτρωνος τῶν ἐκ τοῦ ἀριθμοῦ τῶν ἐν τῷ Ἀρσινοείτῃ
ἀνδρῶν Ἑλλήνων καὶ παρὰ Διοσκόρου τοῦ Νεμεσίωνος τοῦ Ἀρείου Σωσικοσμείου τοῦ καὶ Ζηνείου·
συνχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε·
ὁμολογεῖ ὁ Διόσκορος, [εὐπει]θὴς ὑπὸ τῆς Σεραλλίου γεγονὼς καὶ ἀπεσχηκὼς παρʼ αὐτῆς
διὰ τοῦ Πτολλαρίωνος κατὰ διαγραφὴν διὰ τῆς Λουκίου Καρφίου Δομίτου κολλυβιστικῆς
τραπέζης τὰ ἑσταμένα τοῦ παραχωρητικοῦ ἀργυρίου
σεβαστοῦ νομίσματος τά[λαντα] πέντε , αὐτόθεν παρακεχωρηκεν
αὐτῇ τὰς ὑπαρχούσας αὐτῷ περὶ κώμην Θεογονίδα τῆς Πολέμωνος μερίδος τοῦ προκειμένου Ἀρσινοείτου
νομοῦ κατοικικοῦ κλήρου ἐπικαλουμένου Βουβάλου γῆς σει-
τοφόρου ἀρούρας τριάκον[τα ὀ]κ[τ]ὼ ἥμισυ τέταρτον ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον,
οὔσας ἐν μιᾷ ‡2
σφραγεῖδι
ἐπὶ ταῖς οὔσαις τῶν ἀρουρῶν γειτνίαις τε καὶ ὁρίοις καὶ ἰσόδοις
καὶ ἐξόδοις καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ ταῖς
ἄλλαις χρήσεσι καὶ ἐφʼ οἷς ἐ[πεκρα]τήθησαν καὶ ἐκυριεύθησαν μέχρι νῦν δικαίοις πᾶσι
ἀκολούθως καὶ ταῖς εἰς τὸν Διόσκορον γεγονυίαις περὶ παραχωρήσεως αὐτῶν ὁμολογίαις
δυσὶ τετελειωμέναις διὰ τοῦ ἐν Πτολεμαΐδι Εὐερ-
γέτιδι τοῦ αὐτοῦ Ἀρσινοείτ[ου] νομοῦ [γ]ραφείου, μιᾷ μὲν ὑπὸ Πατῦνις
ὡς δʼ ἐπ\ί/ τινων Πάτρωνος τοῦ Αὐνείους τοῦ Πατύνιος τῷ τρισκαιδεκάτῳ ἔτει Θεοῦ Τραιανοῦ
Παῦνι
ἡμίσους μέρους τῶν δηλουμένων ἀρουρῶν, τῇ δὲ ἑτέρᾳ ὑπὸ τῶν
τοῦ Πατύνιος ὡς δʼ ἐπὶ [τιν]ῶν Πάτρωνος θυγατέρων Πρωταροῦτος τῷ διεληλυθότι ἑνδεκάτῳ
ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρείωι τοῦ λοιποῦ τῶν αὐτῶν ἀρουρῶν μέρους
ἡμίσους· ἀπὸ τοῦ
νῦν τὴν Σεράλλιον κρατεῖν καὶ κυριεύειν τῶν παρακεχωρημένων αὐτῇ καθότι πρόκειται
ἀρουρῶν τριάκοντα ὀκτὼ ἡμίσους τετάρτου καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀπὸ τοῦ ἐνεστῶτος
δωδεκάτου ἔτους ἀποφέρεσθαι
εἰς τὸ ἴδιον διὰ τὸ καὶ τὸ τοῦ ἐνεστῶτος ἔτους γένημα συνπαρακεχωρῆσθαι αὐτὴν χρωμένην
ταῖς τῶν ἀρουρῶν ἰσόδοις
καὶ ἐξόδοις καὶ ποτισμοῖς καὶ ἐκχύσεσι καὶ ταῖς ἄλλαις χρήσεσι πᾶσι κατὰ τὴν ἐπάνωθεν
μέχρι τοῦ νῦν συνήθειαν,
καὶ ἐξουσίαν ἔχειν ἑτέροις παραχωρεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ὃ ἐὰν αἱρῆται· τῷ δὲ
Διοσκόρῳ μηδʼ ἄλλῳ ὑπὲρ αὐτοῦ μηδενὶ εἶναι ἔφοδον ἐφʼ ἃς παρακεχώρηκεν ἀρούρας κατὰ
μηδένα τρόπον, βεβαιοῦν δὲ καὶ παρέχεσθαι αὐτὸν ταύ-
τας καθαρὰς ἀπὸ μὲν τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων σειτικῶν
τε καὶ ἀργυρικῶν καὶ τῶν ἄλλων τελεσμάτων πάντων ἕως μηνὸς Καισαρείου καὶ αὐτοῦ τοῦ
Καίσαρείου μηνὸς τοῦ διεληλυθότος ἑνδεκάτο(υ)
ἔτους Ἁδριανοῦ τοῦ κυρίου, διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος ἔτους τῶν ἀρουρῶν τελέσματα
πάντα εἶναι πρὸς τὴν Σεράλλιον, ἀπὸ δὲ ἰδιοτικῶν
καὶ πάσης ἐνποιήσεως διὰ παντὸς, καὶ πάντα τὸν ἐπελευσόμενον ἀφειστά-
νειν αὐτὸν Διόσκορον παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι ἢ χωρὶς τοῦ ποιεῖν κατὰ ταῦτα ἔτι
καὶ ἐκτίννειν
αὐτὸν τῇ Σεραλλίῳ τά τε βλάβη καὶ δαπανήματα καὶ τὸ παραχωρητικὸν διπλοῦν καθάπερ
ἐκ δίκης·
ἀνείληφεν δὲ ὁ Πτολλαρίων ὥστε τῇ Σεραλλίωι παρὰ τοῦ Διοσκόρου τὰς δηλουμένας εἰς
αὐτὸν τῶν παραχωρήσεων ὁμολογίας δύο καὶ τὴν εἰς τοὺς καὶ αὐτῷ παραχωρήσαντας Πατῦνιν
ὡς δʼ ἐπί τινων Πάτρωνα
καὶ τὰς τούτου θυγατέρας Πρωτοῦν καὶ Πρωταροῦν παραχωρήσεως συνχώρησιν οὖσαν ἐπὶ τοῦ
δωδεκάτου ἔτους Θεοῦ Τραιανοῦ Ἐπείφ, ἔτι δὲ καὶ τὴν γεγονυῖαν ὑπὸ τοῦ Πατῦνις
ὡς δʼ ἐπί τινων Πάτρωνος εἰς τὰς θυγατέρας
αὐτοῦ ἑτέραν ὁμολογίαν τελ[ει]ωθ[εῖσ]αν διὰ τοῦ αὐτοῦ τῆς Πτολεμαΐδος γραφείου τῷ
ἕκτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Σεβαστῷ περὶ ἐξετάσεως ἧς εἶχεν τοῦ ἐπιβάλλοντος
αὐταῖς τῶν ἀρουρῶν μέρους χρήσεως.
ἀξιοῦμεν οὖν σὲ συντά[ξα]ι [τ]οῖς πρὸς τούτοις οὖσι προσδεξαμένοις παρʼ ἡμῶν τὴν συνχώρησιν
τὰ ἄλλα ἐπιτελεῖν ὡς καθήκει καὶ πέμψαι αὐτῆς ἀντίγραφον τοῖς τῶν ἐνκτήσεων τοῦ Ἀρσινοείτου
νομοῦ βιβλιοφύ-
λαξιν, ἵνʼ εἰδῶσι διὰ τ[ὸ] διεστρῶσθαι παρʼ αὐτοῖς εἰς τὸ τοῦ Διοσκόρου ὄνομα τὰς
παρακεχωρημένας ἀρούρας· ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ
Μεχεὶρ.
None extracted.
This document appears to be a legal or administrative text from the Hellenistic period, likely related to land ownership and rights. It discusses various parties involved in land transactions, the rights granted, and the obligations of the parties. The text mentions specific individuals, their roles, and the legal framework governing these transactions.
[Μουνατι]ανῷ̣
[Μ]ουνατιανοῦ ἀ̣π̣ὸ̣ [ἱερέω]ν̣ γενομένου ἀρχιδι[κασ]τ[οῦ] υἱῷ, τῶν ἐν τῷ Μουσείῳ σιτουμένων ἀτελῶν, κεχιλιαρχηκότι, γενομένῳ στρατηγῷ τῆς πόλεως, ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματισ[τῶν καὶ] τῶ[ν ἄ]λλων κριτηρίων·
π̣α̣ρ[ὰ Σ]εραλλίου Πτολ[λᾶ μη(τρὸς) Ἑρ]μ̣ι̣όνης τῆς Πλουτάρχου [τῶν ἀπὸ] τῆς κώμης Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ ἀπούσης, ὑπὲρ ἧς πάρεστιν πρὸς τὴν τελείωσιν τῆσδε τῆς συνχωρήσεως ὁ διαπεμφθεὶ[ς] αὐ̣τῇ [Π]τολλαρίων Παυλε̣[ίνου τ]οῦ Πάτρωνος τῶν ἐκ τοῦ ἀριθμοῦ τῶν ἐν τῷ Ἀρσινοείτῃ ἀνδρῶν Ἑλλήνων καὶ παρὰ Διοσκόρου τοῦ Νεμεσίωνος τοῦ Ἀρείου Σωσικοσμείου τοῦ καὶ Ζηνείου· συνχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε·
ὁμολογεῖ ὁ Διόσκορος, [εὐπει]θὴς ὑπὸ τῆς Σεραλλίου γεγονὼς καὶ ἀπεσχηκὼς παρʼ αὐτῆς διὰ τοῦ Πτολλαρίωνος κατὰ διαγραφὴν διὰ τῆς Λουκίου Καρφίου Δομίτου κολλυβιστικῆς τραπέζης τὰ ἑσταμένα τοῦ παραχωρητικοῦ ἀργυρίου σεβαστοῦ νομίσματος τά[λαντα] πέντε, αὐτόθεν παρακεχωρηκέναι αὐτῇ τὰς ὑπαρχούσας αὐτῷ περὶ κώμην Θεογονίδα τῆς Πολέμωνος μερίδος τοῦ προκειμένου Ἀρσινοείτου νομοῦ κατοικικοῦ κλήρου ἐπικαλουμένου Βουβάλου γῆς σιτοφόρου ἀρούρας τριάκοντα ὀκτὼ ἥμισυ τέταρτον ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον, οὔσας ἐν μιᾷ σφραγῖδι, ἐπὶ ταῖς οὔσαις τῶν ἀρουρῶν γειτνίαις τε καὶ ὁρίοις καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ ταῖς ἄλλαις χρήσεσι καὶ ἐφʼ οἷς ἐ[πεκρα]τήθησαν καὶ ἐκυριεύθησαν μέχρι νῦν δικαίοις πᾶσι ἀκολούθως καὶ ταῖς εἰς τὸν Διόσκορον γεγονυίαις περὶ παραχωρήσεως αὐτῶν ὁμολογίαις δυσὶ τετελειωμέναις διὰ τοῦ ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ αὐτοῦ Ἀρσινοείτου νομοῦ γραφείου...
(Latin names and terms appearing in the Greek text):
Λουκίου Καρφίου Δομίτου (Lucius Carfius Domitus)
Μουνατιανός (Munatianus)
Τραιανοῦ (Traianus)
Ἁδριανοῦ Καίσαρος (Hadrianus Caesar)
Σεβαστοῦ (Augustus)
To Munatianus, son of Munatianus, formerly high priest, who was arch-judge, son of those exempt from taxation who are fed in the Museum, who has held the rank of chiliarch, who became strategos of the city, priest, arch-judge, and overseer of the financial officers and other courts:
From Serallion, daughter of Ptollas, whose mother is Hermione, daughter of Plutarch, from the village of Oxyrhyncha in the Polemon division of the Arsinoite nome, who is absent, on whose behalf Ptollarion, son of Pauleinos, son of Patron, one of the Greek men enrolled in the Arsinoite nome, is present for the completion of this agreement, and from Dioskoros, son of Nemesion, grandson of Areios Sosikosmeios also called Zeneios, we mutually agree as follows:
Dioskoros acknowledges that he has been fully satisfied by Serallion and has received from her, through Ptollarion, by transfer through the bank of Lucius Carfius Domitus, the agreed sum of five talents of imperial silver coinage. Therefore, he has transferred to her the land he owns near the village of Theogonida in the Polemon division of the Arsinoite nome, a cleruchic allotment called "Boubalos," consisting of thirty-eight and one-half and one-quarter arouras (or however many there may be, more or less), contained within one sealed area, along with all neighboring lands, boundaries, entrances, exits, irrigation channels, drainage, and all other rights and uses, as they have been held and possessed until now, in accordance with all lawful rights and the two completed agreements previously made to Dioskoros concerning their transfer, executed through the registry office in Ptolemais Euergetis of the same Arsinoite nome...