p.mil.vogl;1;27

Canonical URI: http://papyri.info/ddbdp/p.mil.vogl;1;27

Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek

ἀντίγραφ[ον ἀνα]φορίου.
π̣ρ̣ο
λιω Σουλπι[κίῳ] Εὐφρ[ά]νορι ἱερεῖ
ἐξηγ[ητ]ῆι
παρὰ Πάτρωνος καὶ Σατορνείλου ἀφήλικος
διὰ τοῦ
ἑνὸς
ἡμῶν Πάτρωνος. ἐξ ἀναπομ-
πῆς τοῦ κρατίστου ἡγεμόνος Φλαυείου
Τιτιανοῦ ἀνεπέμφθημεν ἐπί σε περὶ
[ὧ]ν ἔχωμεν
πρὸς Θαυβάριον τηθία
ἡ-
μῶν πρὸς μητρός, οὐ δεόντως ἐπικρατοῦ-
σαν ὑπαρχόντων ἡμῶν, ὧν καὶ τὰ̣ς προσ-
ό̣δους βιαίως [
]ε̣
ἐ̣[πὶ] τῶν τόπων πολὺ δυνα-
[μ]ένη ἐγλέγετ[αι]
κ[α]ὶ σὺ ὁ κύριος, ἐντευχθεὶς
ὑφʼ ἡμῶν διʼ ἑτέρου ἀναφορίου ὅτι ἐνθά-
[δ]ε οὖσα, ὑπὸ συνιδήσεως
θλειβομένη
ἀνέφυγεν ἰς
(*) τ[ὸν Ἀ]ρσινοείτην, [ὅ]θεν καὶ ἔσ-
[τι]ν, ἔ[γ]ραψ[ας τῷ] τῆ[ς] Πολέ[μων]ος μερί-
δος στρατη[γῶι Ἀ]νδρομά[χῳ ὥς]τε ἀπὸ
[τοῦ Παῦνι μ]ηνὸς π[έμψαι αὐτὴν ἐν]θ̣[ά]δε
[μετὰ] κατασπορὰν καὶ ουδ[
]ατην
[
]
ὅθεν ἀξιοῦμεν [ἐάν σοι δοκῇ] γράψαι
[τῷ] αὐτῷ στρατηγῶι Ἀνδρομ[άχωι] ἤδη πο-
τὲ ἐκπέμψαι αὐτὴν κριθησομένην
[πρὸ]ς ἡμᾶς, ἵνʼ ὦμεν εὐεργετημένοι.
διευτύχει·
σεσ[ημείωμαι]
[Σουλπίκιος Εὐφράνωρ]
ἀν[τίγρα]φον ἐπιστολ̣[ῆς]
Σουλ[πίκι]ος Εὐφράνωρ ἱερεὺς καὶ ἐξηγητὴς
[Ἀν]δρομάχωι στρατηγῷ Ἀρσινοείτ[ου] Π̣[ολ]έ-
μωνος μερίδος τῷ τ̣ιμιωτ[άτῳ]
χαίρειν.
βιβλεί[δ]ιον
⟦μοι⟧ δοθέν μοι παρὰ Πάτρωνος καὶ Σατορνεί-
λου ἀφήλικος, διὰ Πάτρωνος, σημειωσάμενος
ἔπεμψά σοι. εἰ οὖν, ὥς φασιν, ἡ τηθὶς αὐτῶν
Θαυβάριον ἠπείθησεν τῇ πρότερον ὑπʼ ἐμοῦ
γραφείσῃ ἐπιστολῇ περὶ ἐκπομπῆς αὐτῆς, εὖ
ποιήσεις νῦν γε φροντίσας αὐτὴν παραγε-
νέσθαι, ὅπως ἐκβιβάσῃ ἃ πρὸς αὐτοὺς ἔχει.
ἐρρῶσθαί σε εὔχομαι τιμιώτατε.
(ἔτους)
ιγ
Α̣ὐ̣τοκράτορος Κα[ίσαρ]ος Τραιανοῦ Ἁδρια[νοῦ]
Σεβαστοῦ [Φαμεν]ώθ
ἔτος Ἔπεὶφ
Ἀρσινoεί[του
]
ἀντίγρ[αφον ὑπομνηματισμοῦ Ἀν]δρομάχου στρατηγο[ῦ]
(ἔτους)
ιγ
Ἁδρια̣[νοῦ Καίσαρος τοῦ κυ]ρ̣ί̣[ο]υ, Φαρμ[οῦ]θι
ἐν Τεπτύνι. Π[άτρω]νος [Γε]μεί̣νου
ἐ̣πιδόν[τος] ἐπ̣ι̣σ̣τ[ο]λὴν
Σουλπ[ικίου Εὐ]φ̣ρ̣άνορος, τοῦ τι[μιω]τάτου̣ ἐ̣[ξ]η-
γητοῦ τῆς Ἀλεξανδρέων πόλ[εως, κε]χρονισμένην εἰς τὸ ἐνεστὸς
Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Ἁθὺρ
ι̣[
· τ]ο̣ῦ ἐξηγητοῦ κατὰ τὸ ἐπιδοθὲν αὐτῶι
ἀναφόριον ἐπιστέλλοντος Θαυβάριον τηθίδα τοῦ Πάτρων[ος ἐ]πʼ αὐτ̣ὸ̣ν̣
μετὰ κατασπορὰν ἐκπε[μφθῆναι ὁ] στρατηγὸς Πάτρων[ι· δι]ὰ τ[ί τὴν ἐ]πι-
στολὴν ἔκτ̣ο̣τ̣ε̣
οὐκ ἀν[έδ]ωκας; Πάτρων· ἑκάσ[τοτ]ε προσεδώ-
κων
τὰ πρὸς τὴν Θαυβ[άριο]ν διαλυθήσασθαι. Ἀνδρόμαχος ὁ στρα-
τηγός· σύ αἴτιος ἐγένου [τοῦ τὸ ἀ]κόλουθον τῆι ἐ̣π̣ι̣σ̣τ̣ο̣λῇ
⟦λη⟧ μὴ γεγο-
νέναι, τοσούτο
χρόνῳ μ[ὴ ἀνα]δεδωκὼς [αὐτ]ήν· ὅπερ οὐκ ἐχρῆν
σε πεποιηκέναι τοῦ οὖν [ἐξηγ]ητοῦ βουληθέντος μετὰ κ[ατασπο-]
ρὰν τὴν Θαυβάριον ἐ[κπεμφθῆ]ν̣α̣ι̣ ἀκ[όλουθόν] ἐστι [κατὰ τὴν νῦν]
ἐν χερσὶν ἤ̣δ̣η οὖσα̣ν̣ [ἐπιστολὴν]

Latin

(hand 2)
(ἔτους) Ἔπεὶφ
Ἀρσινoεί[του
]
Ἁδρια̣[νοῦ Καίσαρος τοῦ κυ]ρ̣ί̣[ο]υ, Φαρμ[οῦ]θι
ἐν Τεπτύνι. Π[άτρω]νος [Γε]μεί̣νου
ἐ̣πιδόν[τος] ἐπ̣ι̣σ̣τ[ο]λὴν

Translation

This document contains correspondence regarding the dispatch of a letter concerning the affairs of the community, specifically mentioning the involvement of various officials and the need for action regarding certain matters. The letter emphasizes the importance of timely communication and the responsibilities of the involved parties.

Similar Documents