p.muench;1;6

Canonical URI: http://papyri.info/ddbdp/p.muench;1;6

Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek

ἔτους πρώτου Π̣α̣[ῦνι τρ]ι[σ]κ̣αιδεκάτῃ̣

δ[ευ]τέρας ἰνδικτίονος

Φλ(αύιος) Μᾶρκος σχολαστικὸς ἔκρινα τὰ ὑ

Ἰωάννης ὁ προμνημονευ[

καὶ ἡ τούτου μήτηρ ἀπὸ το[

Συήνης

πράγματα ἡ δὲ αν[

σκοπεῖν δ[

καὶ προδια[

ἐ̣δ̣ί̣δαξε̣ν τὰ π̣ρ̣ά̣γ̣μ̣α̣τ̣α̣ π̣ε̣ρὶ̣ ὧ̣[ν ἡ] κίνησις

κοινὰ εἶναι αὐτῇ τε

καὶ τῷ μακαριωτάτῳ αὐτῆς ἀνδρί, τοῖς γὰρ κοινοῖς πόνοις προσκτηθῆναι

αὐτοῖς ὅσα καὶ προσεκτήθη.

πλὴν καὶ τούτων οὕτως ὄντων ―

κατὰ κοινὴν γνώμην μεσιτείᾳ τινῶν συνελθεῖν αὐτοὺς καὶ τὰ

πράγματα εἰς τρία διαιρεθῆναι μέρη

καὶ αὐτὴν μὲν λαβεῖν τρίτον μέρος,

Ἰωάννην δὲ τὸν εἰρημένον αὐτῆς [υἱὸν τ]ρίτον

μέρος καὶ Κακὸ τὴν αὐτῆς θυγατέρα τρίτον μέρος, ὅρκου

ἐπακτοῦ καταβληθέντος παρʼ [αὐ]τῆς περὶ τοῦ ὅτι οὐδὲν ἀπεκρύψατο.

μετὰ δὲ τὴν διαίρεσι[ν] τῶν πραγμάτων Ἰωάννην τὸν αὐτῆς υἱὸν

προσελθεῖν Μηνᾷ τῷ λαμπροτάτῳ καὶ καθοσιωμένῳ

ἀ̣π̣ὸ̣ τ̣ρ̣ι̣β̣ο̣ύ̣ν̣ω̣ν̣

καὶ τοποτηρητῇ τοῦ λιμίτου καὶ ἐπαγγείλασθαι α̣ὐτῷ ἀντὶ τῆς

μητρὸς συνκληρονόμον αὐτὸν ποιῆσαι καὶ δοῦναι αὐτῷ τὸ τρίτον

μέρος τῶν ἀπὸ τοῦ πατρὸς καταλειφθέντων, εἰ ἀποστείλῃ τινὰ

τὸν ὀφείλοντα τὰ πράγματα ἀποσπάσαι ἐκ τῆς αὐτοῦ μητρός.

Μηνᾶν δὲ τὸν λαμπρότατον δεξάμενον τὰς ἐπαγγελείας

παρὰ Ἰωάννου τοῦ ἑαυτῆς υἱοῦ πέμψαι ἐν

τῷ εἰρημένῳ φρουρίῳ Κωνστάντιν τὸν καθοσιωμένον

καὶ ἀπαιτῆσαι αὐτὴν μετὰ

ἐκβιβασμῶν νομίσματα τριάκοντα τρία ὡς τῆς πάσης

ὑποστάσεως συντιμηθείσης εἰς νομίσματα ἑκατόν , ὥστε αὐτὴν

ἀλλοτριωθῆναι παντελῶς τῶν εἰρημένων πραγμάτων καίτοι κοινῶν

αὐτων ὄντων πρὸς τὸν ἄνδρα.

Ἰωάννης δὲ ὁ ταύτης παῖς, ἀκηκοὼς

τῶν εἰρημένων παρὰ Ταπίας τῆς αὐτοῦ μητρός, συνέθετο μὲν τῷ ὅτι

κατὰ κοινὴν γνώμην μεσιτείᾳ τινῶν διενείμαντο πρὸς ἑαυτοὺς

τὰ πράγματα ἀνὰ τὸ τρίτον καὶ ὅτι ὅρκος περὶ συνειδήσεως παρʼ αὐτῆς

καταβέβληται,

εὑρηκέναι δὲ αὐτὴν μετὰ τὸν ὅρκον ἓν καὶ δεύτερον

εἶδος χαλκωμάτων ἀποκρύψασαν καὶ ὕστερον ἐνεγκοῦσαν εἰς μέσον,

ὥστε πρόφασιν δοθῆναι τοῦ μὴ χρῆναι καταπιστεῦσαι αὐτῇ, κἀντεὐθεν

προσελθεῖν Μηνᾷ τῷ λαμπροτάτῳ καὶ καθοσιωμένῳ

τοποτηρητῇ τότε ὄντι τοῦ λιμίτου καὶ συντάξασθαι αὐτῷ τὴν τρίτην μοῖραν

τῶν καταλειφθέντων πραγμάτων, κἀκεἰνον πέμψαι καὶ ἀπαιτῆσαι

αὐτὴν τὸ παρʼ αὐτῆς μνημονευθὲν χρυσίον· ·

καὶ τούτῳ γὰρ τῷ λόγῳ οὐδὲ ἀντειπεῖν ἔσχεν Ἰωάννης ὁ αὐτῆς υἱὸς, ἀλλὰ καὶ

ἀπραγμόνως συνέθετο.

ἔλεγεν δὲ ἕτερα πάν[υ] πολλὰ πράγματα

ἔν τε ἱ(*ματίοις καὶ χαλκώμασιν καὶ γραμματείοις ἀποσυλῆσαι τὴν ἑαυτοῦ

μητέρα, κἀκεἰνα οὖν ἐξεδίκει ζητῶν ἀναλ[αβεῖν]. καὶ τὰ περὶ τούτου

πιστούμενος παρήγαγον Ἰ(*άκκωβον υἱὸν Πραιποσίτου καὶ Κόμιτα

Ἁτρῆτος καὶ Ἰ(*ακὼβ Μακαρίου ἀπὸ Συήνης οὐδὲν ἕτερον λέγοντας

ἢ ὅτι εἴησαν ἀκηκοότες παρὰ πάντων τῶν ἀπὸ τοῦ κατʼ αὐτοὺς κάστρου,

ὅτι ἐν εὐπορίᾳ ἦν Ἰ(*ακὼβ ὁ μακαριώτατος πρὸς τὴν {σὴν} συνμετρίαν

τῶν καθʼ ἡμᾶς ἀνθρώπων.

παρήγαγον δὲ καὶ Ἴ(*σακον Κωνσταντίνου,

ὃς ἔλεγεν Ταπίαν τὴν ἐναγομένην τεθαρ’ρηκέναι αὐτῷ, ὅτι βούλοιτο

μετενεγκεῖν τὰ πράγματα ἀπὸ τοῦ οἴκου αὐτῆς εἰς ἕτερον τόπον, καὶ ὅτι

διʼ αὐτοῦ τὰ πλεῖστα τῶν πραγμάτων μετεκομίσθη ἐν νυκτί.

τούτων μαρτυρηθέντων παρὰ Ἰ(*σακίου ἐπελάβετο ἡ φεύγουσα τῆς κινήσεως

καὶ τῆς ἀντιστάσεως τοῦ ἀνδρός, λέγουσα συνηγορεῖν αὐτὸν μᾶλλον

ἢ μαρτυρεῖν καὶ τὸ ὅλον πρὸς τὸ κεχαρισμένον τῷ διώκοντι μέρει

διαπεπλάσθαι,

ἔλεγεν δὲ κατὰ τὸν ἀληθῆ λόγον, ἡνίκα ἤκουεν μέλλειν

καταλαβεῖν ἄνθρωπον τοῦ λαμπροτάτου τοποτηρητοῦ ὀφείλοντα

αὐτῇ ἐπηρεάσαι ἐκ προσελεύσεως τοῦ αὐτῆς υἱοῦ, βουληθῆναι

ἐπιλαχόντα αὐτῇ πράγματα καὶ ἀποκεκλεισμένα ἔν τινι τόπῳ

ἐξενεγκεῖν τῆς οἰκίας καὶ ἀλλαχόσαι

μετακομίσαι, καὶ ἐκ ταύτης

τῆς ἀφορμῆς τὸν μάρτυρα καὶ τὸν ἑαυτῆς υἱὸν ταύτην αὐτῇ

τὴν πλοκὴν συνράψαι. καὶ ἐπὶ τούτοις ἀπεῖπον ταῖς οἰκείαις

δικαιολογίαις.

ἐγὼ δὲ σκοπήσας τὰ ἑκατέρωθεν δικαιολογηθέντα

συνορῶ Ταπίαν τὴν ἐναγομένην ἐπʼ οὐδενὶ ἑτέρῳ εὐθύνεσθαι ἢ ἐπὶ τῷ

ὅρκον ἕτερον σωματικὸν καταβαλεῖν περὶ καθαρᾶς συνειδήσεως

καὶ περὶ τοῦ ὅτι οὐδὲν ἀπεσύλησεν ἢ ἀπεκρύψατο τῶν τοῦ ἀνδρὸς

πραγμάτων.

τὰ γὰρ μαρτυρηθέντα παρὰ Ἰ(*σακίου ἔδοξεν κἀμοὶ

πρὸς τὸ κεχαρισμένον λελέχθαι, καὶ τὰ παρʼ ἑνὸς δὲ μαρτυρούμενα

ὁ νόμος παντελῶς οὐ προσίεται. τὰ μέντοι δεικνύμενα ἴδια αὐτῇ

διαφέρειν πράγματα καὶ μάλιστα τ̣[ὰ] γυναικῖα

ἱ(*μάτια ταῦτα [αὐτ]ὴν ἔχειν βεβαίως

καὶ ἀναφαιρέτως, μάλιστα, καθʼ ὃ παρέστησε, τ[ὰ] κεκινημένα. τὸ

προειρημένον χρυσίον ἀπῄτηται ὑ(*πὲρ τῆς κατ[ὰ] κοινὴν γνώμην

περιελθούσης εἰς αὐτὴν μοίρας ἐκ τῶν καταλειφθέντω[ν] πραγμάτων.

πάντα δὲ λόγον αὐτῇ ἀκέραιον φυλαχθῆναι καθʼ ὧν νομίζει ἔχειν

ἑτέρων προσώπων περὶ τῆς λεγομένης αὐτῇ προστριβῆναι

ζημίας ἤτοι τοῦ χρυσίου εἰσπράξεως. Ἰ(*ωάννην δὲ τὸν αὐτῆς υἱὸν

μὴ ἐνέχεσθαι ὑ(*πὲρ τούτου· παντὸς γὰρ ἀδικεῖσθαι νομίζοντός ἐστιν

τὸ προσελθεῖν ἄρχουσιν ἤτοι τοῖς τὸν τόπον ἐπ̣έχουσι τῶν ἀρ[χ]όντω[ν,]

ἐκείνων δέ ἐστιν μετὰ διακρίσεως καὶ μὴ οὕτως χύδην κεχρῆσθαι

τοῖς πράγμασιν.

διʼ ὃ’

τὸν μὲν υἱὸν ἐλευθέρωσα

ταύτης τῆς ἐνοχῆς

οὐ τοσοῦτον κατʼ’ ἀκρίβειαν ὅσον διὰ φιλαγαθίαν, ἐφύλαξα δὲ αὐτῇ

πάντα λόγον ἀκέραιον κατὰ τῶν ἄλλων τῶν ζημιωσάντων αὐτήν,

ἐπὶ τῷ μέντοι ἐκ τοῦ ὡς εἰκὸς ἀναπραχθησομένου χρυσίου λαβεῖν

Ἰ(*ωάννην τὸν αὐτῆς υἱὸν τρίτον μέρος. ἐν δὲ τῷ μέλλειν τὴν παροῦσαν

κρίσιν/ ἐκδοῦναι διεβεβαιώσατο ὁ ἐνάγων προταθῆναι αὐτῷ παρὰ τῆς

μητρὸς λαβεῖν δώδεκα νομίσματα ὑ(*πὲρ τελείας ἀπαλλαγῆς.

καὶ τῆς αὐτοῦ μητρὸς μὴ συνθεμένης τούτῳ τῷ λόγῳ, συνεφώνησ̣[αν]

πρὸς ἑαυτοὺς εἰδήσει μου ὥστε, εἰ τοῦτο δυνηθείη ὁ ἐνάγων

ἀποδεῖξαι νομίμως διὰ τριῶν μαρτύρων ἀξιοπίστων τῇ προτάσει

παρακολουθησάντων καὶ ἐνωμότως τοῦτο κατατιθεμένων,

παρασχεῖν αὐτῷ τὸ δεικνύμενον συμπεφωνῆσθαι.

τὰ τοίνυν

δόξαντά μοι καλῶς ἔχειν ἐπαναγνοὺς τοῖς μέρεσιν ἐκδέδωκα †.

Μᾶρκος σχ(ολαστικὸς) καθʼ’ ὁ

συνίδον ἔκρινα † † †.

Latin

None extracted.

Translation into English

The document appears to be a legal or administrative text, possibly related to inheritance or property rights, involving individuals named Ioannis and his mother, as well as references to a certain Flavius Marcus, a scholar who made judgments regarding the matters at hand. It discusses the division of property, the roles of various individuals, and the legal obligations and claims made by them.

Similar Documents