χμ̣γ † βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυί (*) ου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πρώτου Παῦ (*) νι εἰκὰς ἐνάτῃ (*) δευτέρας ἰνδικτίονος ἐν Ἀντι(νόου) πόλει τῇ λαμπροτάτῃ †. † τάσδε τὰς ἀντισυγγράφους διαλύσεις τίθενται καὶ ποιοῦνται πρὸς ἀλλήλους ἑκόντες καὶ πεπεισμένοι πάσης ἀπάτης καὶ βίας χωρὶς ἐκ μὲν τοῦ ἑνὸς μέρους · Αὐρήλιος Ἰ (*) ωάννης υἱ (*) ὸς Ἰ (*) ακυβίου μητρὸς Ταπίας στρατιώτης ἀριθμοῦ Συ ήνη ἐκ δὲ θατέρου Αὐρήλιος Πατερμοῦθις υἱ (*) ὸς Μηνᾶ μητρὸς Τ σία ς ναύτης ἀπὸ τῆς αὐτῆς Συηνιτῶν πόλεως ποιούμενος τοὺς λόγους καὶ κυρίως πράττων καὶ διαλυόμενος ἰ δίᾳ αὐθεντίᾳ ὑ πέρ τε ἑαυτοῦ καὶ ὑ πὲρ Κ[α]κ ῶτ ος τῆς εὐγενεστάτης, αὐτοῦ μὲν συμβίου, ἀδελφῆς δὲ τοῦ προγεγραμμένου Ἰωάννου, ἀμφότεροι τὸ νῦν διάγοντες ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων. καὶ ἔστιν ὡς ὑ ποτέτακται. Ἰάκυβις ὁ νῦν ἐν μακαρίᾳ τῇ μνήμῃ, πατὴρ μὲν τοῦ προγεγραμμένου Ἰωάννου, πενθερου (*) δὲ τοῦ προγεγραμμένου Πατερμουθίου, τὸν βίον ἀπέλειπεν (*) ἐπὶ Ἰ (*) ωάννῃ καὶ Κακ ῶ τι τοῖς προ- ρηθεῖσιν αὐτοῦ τέκνοις τε καὶ κληρονόμοις. καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν διεμερίσαντο εἰς ἑαυτοὺς πάντα τὰ κατα- λειφθέντα αὐτοῖς παντοῖα πράγματα ἀπὸ τιμίου μέχρι ἐλαχίστου εἴδους ἀνὰ τὸ ἥμισυ μέρος παρὲξ ἀσφαλειῶν διαφόρων προσώπων χρεωστουμένων τῷ μακαριωτ(άτῳ) αὐτῶν πατρί, καὶ περὶ ὧ ν ἔδοξεν, ὥστε τὰς αὐτὰς ἀσφαλείας εἶναι ἀνὰ μέσον αὐτῶν ἄχρι τῆς τούτων ἐξανύσεως καὶ τὸ ἀνυόμενον ἐξ αὐτῶν χρυσίον διαμερισθῆναι εἰς ἑαυτοὺς ἀνὰ τὸ ἥμισυ μέρος. καὶ τούτων οὕτω γενομένων ὁ προειρημένος Ἰωάννης ἐνήγαγεν τῷ προγεγραμμένῳ Πατερμουθίῳ περὶ μέρους οἰκίας περιελθόντος εἰς αὐτὸν ἀπὸ ἀγοραστικοῦ δικαίου παρὰ Ἰ (*) σακίου καὶ Τσ ώ νη, ἔτι μὴν καὶ περὶ ἡμίσεως μέρους πλοίου ἀγορασθεν (*) παρὰ Ἰ (*) ακυβίου τοῦ μακαριωτάτου αὐτοῦ πενθεροῦ. καὶ πολλῶν εἰρημένων μεταξὺ αὐτῶν περὶ τούτου τέλος κατὰ μεσιτείαν τινῶν φίλων ἔδοξεν, ὥστε Ἰ (*) ωάννην μὲν ἔχειν τέταρτον μέρος ἐκ τοῦ ἀγορασθέντος ἡμίσεως μέρους ἐκ τοῦ αὐτοῦ πλοίου, παρὰ ἔχειν δὲ αὐτὸν καὶ ὑπὲρ τῆς κληρονομίας τοῦ πατρὸς αὐτοῦ τέταρτον μέρος, Πατερμοῦθιν δὲ καὶ Κακ ῶ τιν τὸ ἄλλο ἥμισυ μέρος τοῦ αὐτοῦ πλοίου, ἔτι μὴν καὶ ἅπαν τὸ ἀγορασθὲν παρʼ αὐτῶ(ν) μέρος οἰκίας πρὸς τὴν δύναμιν τῆς πράσεως αὐτοῦ. καὶ τῆς τοιαύτης μεσιτείας ἤτοι ἀπαλλαγῆς ἐνέχειν συναρεσάσης ἑκατέρῳ αὐτῶν μέρει, εἰκότως ἐδέησεν γενέσθαι παρʼ αὐτῶν τὰς παρούσας γενικὰς καὶ περιεκτικὰς διαλύσεις, διʼ ὧν ὁμολογοῦσιν καὶ ὁμολογεῖ ἑκάτερον αὐτῶν μέρος πρωτοτύπως μὲν ἐσχηκέναι καὶ ἀπειληφέναι ἐκ πλήρους ἅπαν τὸ ἐπιλαχὸν ἑκατέρῳ αὐτῶν μέρει ἔκ τε τῆς κληρονομίας Ἰ (*) ακυβίου τοῦ μακαριωτάτου καὶ ἐκ τοῦ αὐτοῦ πλοίου καὶ τῆς αὐτῆς οἰκίας πρὸς τὴν ἀνωτέραν διήγησιν, ἔπειτα δὲ μηδένα λόγον ἔχειν μήτε ἕξειν ἑκάτερον αὐτῶν μέρος πρὸς τὸ ἕτερον χάριν τῆς καταλειφθείσης παρὰ τοῦ αὐτοῦ μακαριωτάτου Ἰ (*) ακυβίου καὶ τοῦ αὐτοῦ πλοίου καὶ τοῦ μέρους τῆς οἰκίας διὰ τὸ τὸ ἱ (*) κανὸν ἐν ἅπασι γεγενῆσθαι τῷ ἑτέρῳ μέρει παρὰ τοῦ ἑτέρου μέρους ἔδοξεν δὲ ὥστε τὸν προγεγραμμένον Ἰ (*) ωάννην ἅμα ἐν τῇ αὐτοῦ ἀνόδῳ ἐπὶ τὴν αὐτοῦ πόλιν ἀναδοῦναι τῷ προγεγραμμένῳ Πατερμουθίῳ τὴν γεγενημένην παρʼ αὐτοῦ εἰς τὸν αὐτὸν Ἰ (*) άκυβιν πρᾶσιν τοῦ μέρους τῆς αὐτῆς οἰκίας, ἤγουν ἄκυρον αὐτὴν εἶναι καὶ ἕωλον καὶ ἀνί σχυρον παρά τε τοῦ αὐτοῦ Ἰ (*) ακυβίου καὶ παρʼ οἱουδήποτε προσώπου πανταχοῦ προφερομένην ― καὶ τοῦ λοιποῦ μὴ ἐγκαλεῖν ἀλλήλοις μήτε ἐγκαλέσειν πώποτε μὴ διʼ ἑαυτῶν μὴ διὰ κληρονόμων αὐτῶν ἢ διαδόχων ἢ διακατόχων μὴ διὰ παρενθέτου ἢ μέσου οἱουδήποτε προσώπου μήτʼ ἐν δικαστηρίῳ ἢ ὑ περορίῳ ἢ ἐκτὸς δικαστηρίου ταύτης ἕνεκεν τῆς ὑ ποθέσεως καὶ ἑτέρας οἱασδήποτε αἰτίας χρηματικῆς τε καὶ ἐγκληματικῆς. καὶ ὅτι πάντα τὰ προγεγραμμένα φυλάξουσιν οἱ ἀφʼ ἑκατέρου μέρους ἐπωμόσαντο τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυί (*) ου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος. εἰ δὲ καθʼ οἱονδήποτε τρόπον ἑκάτερον αὐτῶν μέρος παραβῆναι πάντα τὰ ἐγγεγραμμένα καὶ ὑ πεναντίον τούτων ἐλθεῖν, οὐδὲν μὲν ὠφεληθήσεται ἐκ τοῦ ἐπιχειρήματος τῆς παραβάσεως, ὁμολογεῖ δὲ τὸ παραβαῖνον μέρος διδόναι τῷ ἐμμένοντι μέρει λόγῳ ποινῆς χρυσοῦ νομισμάτια δώδεκα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα μετὰ τοῦ καὶ οὕτως ἐρ’ρῶσθαι ταύτας τὰς διαλύσεις διὰ παντός. μὴ δύνασθαι δὲ τὸν αὐτὸν Ἰ (*) ωάννην ἐνάγειν τῷ αὐτῷ Πατερμουθίῳ περὶ τῆς χρυσέας μανιάκης Ἑλένης τῆς θυγατρὸς αὐτοῦ, ἀλλὰ ταύτην ἔχειν δεσποτικῷ δικαίῳ ἐπὶ τὸ διηνεκές. προσομολογῶ ἐγὼ ὁ προγεγραμμένος Πατερμοῦθις, ποιούμενος μὲν τοὺς λόγους καὶ κυρίως πράττων ὑ πέρ τε ἑαυτοῦ καὶ ὑ πὲρ Κακ ῶτο ς τῆς αὐτοῦ συμβίου, ἑτοίμως δὲ ἔχειν ἰ δίῳ μου κινδύνῳ καὶ πόρῳ τῆς παντοίας μου ὑποστάσεως παρασκευάσαι τὴν αὐτοῦ ἐλευθέραν στέργειν καὶ ἐμμένειν διηνεκῶς τῇ δυνάμει τῶν παρουσῶν διαλύσεων καὶ μηδὲν παρασαλεύειν ἐξ αὐτῶν τὸ σύνολον. καὶ πρὸς πάντα τὰ προγεγραμμένα καὶ πρὸς ἕκαστον αὐτῶν μέρος τε καὶ κεφάλαιον ἐπερωτηθέντες ταῦθʼ’ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν πληροῦν ἐμμένειν ὡμολόγησαν † (hand 2) † † † (hand 3) σημεῖον Ἰ (*) ωάννης στρ(ατιώτης) ἀριθ(μοῦ) Συήνης † Αὐρήλιος Ἰ (*) ωάννης Ἰ (*) ακυβίου στρ(ατιώτης) ἀριθμ(οῦ) Συήνης ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν διάλυσιν καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ἐπὶ τῷ προκειμένῳ προστίμῳ ὀμόσας καὶ τὸν θεῖον ὅρκον ὡς πρόκ(ειται) καὶ ἀπέλυσα. † Χριστόφορος Βίκτορος βοήθ(ὸς) ἀπὸ Ἀντι(νόου) ἀξιωθεὶς ἔγραψα ὑ πὲρ αὐτοῦ γράμματα μὲν μὴ εἰδότος, βαλόντος δὲ τῇ ἰ δί (*) αὐτοῦ χειρὶ τοὺς τρεῖς τιμίους σταυρούς †. (hand 4) † Ἰ ωσῆφις Ἰ (*) σακίου σὺν θεῷ νοτ(άριος) ἀπὸ Ἀντι(νόου) μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων †. (hand 5) † Φλ(αύιος) Φίλιππος Ἰ (*) ωάννου σιγγ(ουλάριος) τῆς ἡγεμονικ(ῆς) τάξ(εως) μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων †. (hand 6) † Κοσμᾶς Θεοδώρου σὺν θεῷ νοτ(άριος) ἀπὸ Ἀντινόου μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων †. (hand 7) † διʼ ἐμοῦ Δίου Ἠλία συμβολαιογράφ(ου) ((tachygraphic-marks)) ((tachygraphic-marks))
Flavius Tiberius Mauricius Augustus Imperator
This document pertains to the reign of our most divine lord Flavius Tiberius Mauricius, the eternal Augustus Emperor, in the first year of his reign. It outlines the agreements and dissolutions made between the parties involved, who are consenting and convinced of all deceit and violence, without any coercion. The document details the inheritance and division of property among the heirs, including the stipulations regarding the management and distribution of assets after the death of the father, and the obligations of the parties involved to uphold the agreements made herein.
† βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πρώτου Παῦνι εἰκὰς ἐνάτῃ δευτέρας ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ †.
† τάσδε τὰς ἀντισυγγράφους διαλύσεις τίθενται καὶ ποιοῦνται πρὸς ἀλλήλους ἑκόντες καὶ πεπεισμένοι πάσης ἀπάτης καὶ βίας χωρὶς ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρήλιος Ἰωάννης υἱὸς Ἰακυβίου μητρὸς Ταπίας στρατιώτης ἀριθμοῦ Συήνης, ἐκ δὲ θατέρου Αὐρήλιος Πατερμοῦθις υἱὸς Μηνᾶ μητρὸς Τσίας ναύτης ἀπὸ τῆς αὐτῆς Συηνιτῶν πόλεως ποιούμενος τοὺς λόγους καὶ κυρίως πράττων καὶ διαλυόμενος ἰδίᾳ αὐθεντίᾳ ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ Κακῶτος τῆς εὐγενεστάτης, αὐτοῦ μὲν συμβίου, ἀδελφῆς δὲ τοῦ προγεγραμμένου Ἰωάννου, ἀμφότεροι τὸ νῦν διάγοντες ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων.
καὶ ἔστιν ὡς ὑποτέτακται. Ἰάκυβις ὁ νῦν ἐν μακαρίᾳ τῇ μνήμῃ, πατὴρ μὲν τοῦ προγεγραμμένου Ἰωάννου, πενθερὸς δὲ τοῦ προγεγραμμένου Πατερμουθίου, τὸν βίον ἀπέλιπεν ἐπὶ Ἰωάννῃ καὶ Κακῶτι τοῖς προρηθεῖσιν αὐτοῦ τέκνοις τε καὶ κληρονόμοις.
καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν διεμερίσαντο εἰς ἑαυτοὺς πάντα τὰ καταλειφθέντα αὐτοῖς παντοῖα πράγματα ἀπὸ τιμίου μέχρι ἐλαχίστου εἴδους ἀνὰ τὸ ἥμισυ μέρος παρὲξ ἀσφαλειῶν διαφόρων προσώπων χρεωστουμένων τῷ μακαριωτάτῳ αὐτῶν πατρί...
(The Greek text continues similarly, detailing a legal settlement and mutual agreements between the parties involved.)
(No Latin text explicitly present in the provided document.)
† In the reign of our most divine lord Flavius Tiberius Mauricius, eternal Augustus and Emperor, in the first year, on the twenty-ninth of Pauni, in the second indiction, in the most illustrious city of Antinoopolis †.
† These mutual agreements of settlement are established and made willingly and voluntarily, without any deceit or coercion, between, on the one side, Aurelius Ioannes, son of Iakubios, whose mother is Tapia, a soldier of the unit of Syene, and on the other side, Aurelius Patermouthis, son of Menas, whose mother is Tsia, a sailor from the same city of Syene, acting and settling matters by his own authority both for himself and for Kakotis, his most noble wife, who is the sister of the aforementioned Ioannes, both currently residing here in Antinoopolis.
And the situation is as follows: Iakubis, now of blessed memory, father of the aforementioned Ioannes and father-in-law of the aforementioned Patermouthis, left his estate to Ioannes and Kakotis, his aforementioned children and heirs.
After his death, they divided among themselves all the property left to them, from the most valuable to the least, equally in half, except for certain securities owed by various persons to their most blessed father...
(The translation continues similarly, describing the legal dispute, the mediation by friends, the final settlement, mutual releases, and penalties for breach of agreement.)
This document is a legal settlement (διάλυσις) from Byzantine Egypt, specifically from Antinoopolis, dating to the reign of Emperor Maurice (582–602 AD). It records a detailed agreement between two parties regarding inheritance, property division, and mutual obligations, including penalties for breach of contract.