p.muench;1;8

Canonical URI: http://papyri.info/ddbdp/p.muench;1;8

Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek

ἀδήλου δὴ οὔσης τῆς ι̣μ̣

μᾶλλον δὲ καὶ τ̣η̣ μέχρι τῆς δεῦρο υἱ οῦ μου γνησίου καὶ πιστικοῦ τ̣υ̣γ̣χά̣ν̣ο̣ν̣τ̣ο̣ς̣ ἀναπα̣ύ̣σ̣ε̣ω̣ς̣ κ̣α̣ὶ̣ θαλπούσης καὶ ἐπιμελουμένης μου καὶ ἐν οὐδενὶ πώποτε λυπησάσης με ἔργῳ καὶ λόγῳ, ἔδοξεν ἐμοὶ εἵλασθαί σε ὡς πιστικὸν δυνάμενον τὰς φροντίδας τῆς προσφορᾶς μου καὶ τὰ ἀνθρωποπρεπῆ μου νόμιμα ἐκτελέσ[αι] μετὰ τὴν ἐμὴν τελευτὴν μετὰ πάσης σπουδῆς καὶ ἐπιεικίας. ὅθεν εἰς ταύτην ἐλήλυθα τὴν ὁμολογίαν τύπους ἐχουσα τῆς παραχωρήσεως νοοῦσα καὶ φρ[ονοῦσα] καὶ λογισμοῦ σῶς οὖσα καὶ ἐρ’ρωμένην ἔχουσα τὴν διάνοιαν, διʼ ἧς ὁμολογῶ [ἐκουσίᾳ] καὶ ἀμετανοήτῳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ συνειδήσει καὶ ἀμ[ετατρέπτῳ] λογισμῷ ἑκούση καὶ πεπεισμένη ἄνευ δόλου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκη[ς] δεδ[ωκέναι] σοὶ σήμερον τὸ ἥμισυ μέρος {μέρος} τῆς κέλλας μου τῆς λεγομένης κέλλας Παταροῦτος καὶ τὸ ἥμισυ μέρος τοῦ συμποσίου ἐπάνω τῆς αὐτῆς κέλλας καὶ τὸ ἥμισυ μέρος τοῦ ἀέρος ἐν τετάρτῃ στ[έ]γῃ ἐπάνω τοῦ ἀκουβίτου Ἀβρααμίου Παχυμίου πλησίον τῆς ἐμῆς οἰκίας εἰς λόγον τῆς ὁσίας μου προσφορᾶς καὶ τὰ ἀνθρωποπρεπῆ μου νόμιμα κατὰ τὴν ἐμὴν μετριοσύνην μετὰ τὴν ἐμὴν τελευτήν τὴν δὲ αὐτὴν κέλλαν καὶ τὸ ἐπάνω αὐτῆς συμπόσιον καὶ τὸν ἀέρα ἐν τετάρτῃ στέγῃ, κατηντηκὸς εἰς ἐμὲ καὶ εἰς τὸν πατέρα σου ἀπὸ δικαίας ἀγορασίας παρὰ Τηρουτήρου, τὴν δὲ αὐτὴν κέλλαν διακειμένην ἐπὶ τὴν Συήνην καὶ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου καὶ περὶ λαύραν τῆς παρεμβολῆς καλουμένην τῶν σκετέων, τὸ δὲ ἄλλο ἥμισυ μέρος τῶν προδεδηλουμένων τόπων ἀνήκει τῷ πατρί σου, πρὸς τῷ σὲ τὸ αὐτὸ ἥμισυ μέρος τῶν προδεδηλουμένων τόπων μετὰ τὴν ἐμὴν τελευτὴν κυριεύειν καὶ δεσπόζειν καὶ ἐξουσιάσειν καὶ ἐπιτελεῖν τὰ περὶ αὐτῶν τρόπῳ ᾧ ἐὰν αἱρῇ ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ ἐπιτελέσαι τὰ ὁσίας μου προσφορᾶς πρὸς τὴν ἐμὴν μετριοσύνην ἰ δίᾳ σου ἀγαθῇ πίστει, καὶ μετὰ τὴν ἐμὴν τελευτὴν ἐξεῖναί σοι εἰσελθεῖν καὶ κληρονομῆσαι μετὰ τῶν ἄλλων σου ἀδελφῶν ἐξ ἰ σομοιρίας ἅπαντα τὰ καταλειφθησόμενα παρʼ ἐμοῦ καὶ παρὰ τοῦ πατρός σου ἄνευ πάσης πλεονεξίας, καὶ μηδενὸς τῶν ἀδελφῶν σου δυνησομένου ἐπελεύσασθαί σε ἢ ἀντιποιεῖσθαι περὶ τούτου ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμιᾷ, μηδὲ ἐμοῦ αὐτῆς περιούσης δυνησομένης μεταμεληθῆναι καὶ ἕτερον γράμμα θέσθαι ἀντι[κεί]μενον εἰς κατ[ά]λυσιν τούτ[ο]υ τοῦ ἀ[π]οχαρίσματος, ἀλλὰ εἶναι αὐτὸ βέβαιον καὶ ἀρ’ραγὲς καὶ ἀσάλευτον ἐπὶ τὸ διηνεκές. εἰ δὲ βουληθείην κατά τινα τρόπον μεταμεληθῆναι ἤγουν παρασαλεῦσαι τὰ ἐγγεγραμμένα διὰ δόλου, ἐξεῖναί μοι παρασχεῖν ὑπὲρ συνθηκῶν παραβασεων χρυσοῦ νομίσματα δέκα ὀκτὼ μετὰ καὶ το ἐμὲ μηδὲν ἰ σχύειν κατὰ τούτου τοῦ ἀποχαρίσματος ἀλλὰ ἐμμένειν αὐτῷ ἐπὶ τὸ διηνεκ[ές.] εἰς δὲ μείζονά σου ἀσφάλειαν ἐπωμοσάμην τόν τε παντοκράτορα θεὸν καὶ τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα τῶν χριστιανῶν ἑτοίμως ἔχειν με στέρξαι καὶ ἐμμεῖναι πάντα τὰ προγεγραμμένα καὶ μὴ παρασαλεῦσαι ἢ παραβῆναι αὐτὰ διὰ τὸ ἑχοῦσαν καὶ πεπεισμένην ἐληλυθα εἰς τοῦτο τὸ ἀποχάρισμα κύριον καὶ βέβαιον ἐφʼ ὑπογραφῆς τοῦ ὑ πὲρ ἐμοῦ ὑ πογράφ(οντος), καὶ ἐπερ(ωτηθεῖσα) ὡμολόγησα.

Latin

† Αὐρηλία Μαρία Δίου μητρὸς Ταεὶτ χηρεσουσα ἡ προκ(ειμένη) ἐθέμεθα τὴν ὁμωλογια καὶ στοιχεῖ μοι πάντα <τὰ> ἐγγεγραμμένα ὡς πρόκ(ειται). † Φλ(αύιος) Ἰωάνης Ἀβραάμιος κεντυρ(ίων) λεγ(εῶνος) Συήνης ἀξειωθεὶς ἔγραψα ὑ πὲρ αὐτῆς γράματα μὴ εἰδηείυς.

† Φλ(αύιος) Βασιλείδης Δίου στρ(ατιώτης) λεγ(εῶνος) Συήνης μαρτυρῶ. † Φλ(αύιος) Παπνοῦθις Δίου στρ(ατιώτης) λεγ(εῶνος) Συήνης μαρτυρῶ. † Φλ(αύιος) Εὐλόγιος Ἀλλάμωνος κεντυρ(ίων) λεγ(εῶνος) Συήνης μαρτυρῶ. † Φλ(αύιος) Ἰωσὴφ Ἀλλάμωνος ὀ̣ρ̣δ̣(δινάριος) ἀ̣γ̣ο̣υ̣σ̣τ̣ά̣λ̣ι̣ο̣ς̣ Συήνης μαρτυρῶ. † Φλ(αύιος) Δίδυμος Σιλβανοῦ ἀπὸ βικαρ(ίων) λεγε(ῶνος) Συήνης μαρτυρῶ. † Ἄπα Δῖος Ἀβραὰμ διάκ(ονος) ἐκκ(λησίας) Συήνης μαρτυρῶ. † Αὐρήλιος Μηνα Ἰωαννης ἀπω Ὤνβων μαρτυρῶ. † Φλ(αύιος) Γεώργιος Μουσαίου ἀδιούτ(ωρ) λεγ(εῶνος) Συήνης ἐσωμάτισα.

Similar Documents