p.tor.amen;;8

Canonical URI: http://papyri.info/ddbdp/p.tor.amen;;8

Translation (Model: gpt-4o-mini, Batch ID: 2)

Extracted Text

Koine Greek

Ἡρακλείδε̣ι τ̣ῶ̣ν σωματοφυλά̣κων
κα[ὶ] ἐπιστάτει καὶ ἐπὶ τῶν προσόδων
τοῦ Περὶ Θήβας
παρὰ Πετενεφώτου τοῦ Πετενεφώτου παρασχίστου τῶν ἀπὸ
Διὸς πόλεως τῆς Μεγάλης. ἀδικοῦμαι ὑπὸ Ἀμενώθου τοῦ Ὥρου
παρασχίστου. τοῦ γὰρ
να
(ἔτους) Παῦνι
ιγ
ἐθέμεθα πρὸς ἑαυτοὺς
ὁμολογίαν διὰ τοῦ ἐν τῆι Διὸς πόλει ξενικοῦ ἀγοραν̣ο̣μ̣ίου, διʼ ἧς ὁ μὲν
Ἀμενώθης ὁμολογεῖ \μοι/ ἀφίστασθαι ἀπὸ τῆς τῶν Μ̣ε̣μνονείων
κα̣ὶ Φμού[ε]ω̣[ς καὶ] Θ̣ύνεως καὶ Τ̣   ̣ ν̣τνεμπαμήνεως καὶ Πηινπόαρ καὶ
Πα
καὶ Μέσθβον, κωμῶν τῆ̣[ς] Λιβύης τοῦ Πα̣θ̣υρίτου ˙
κα̣ὶ Πώ̣εως καὶ Πῆι καὶ Πμούχεως, ἄλ̣λων κωμῶν τῆς Λιβύης
τ̣ο̣ῦ̣ Κ̣οπτίτου ˙ καὶ τῆς τῶν ἐν τῆι Διὸς πόλει \
ἱερέων τοῦ Ἄμμωνος
καὶ τῶν τούτων δούλων καὶ τῆς τοῦ Ἀμμωνιε̣[ίο]υ \τῆς/ Διὸς πόλεως
καὶ Ψαμήρε̣ως καὶ τῆς τῶν παρεπιδημούντων κ̣α̣ὶ̣ κ̣α̣τοικούντων
ἐν̣ ταύταις ξένων παρασχιστείας θεραπείας·
κα̣τὰ τὰ ταυτὰ
δὲ ἐμ̣οῦ ὁμολογοῦντος
κ̣[α]ὶ̣ τῶι Ἀμενώθηι ἀφίστασθαι
ἀπὸ τῆς τῶν ἐν τῆι Διὸς πόλει, πλὴν ἢ τῶν ἱερέων τοῦ Ἄμμωνος
καὶ τῶν̣ τ̣ο̣ύ̣των δούλων καθάπερ προγέγραπται, καὶ τῆς τῶν
Κεραμείω̣ν καὶ Θμονονκοίφεως καὶ Γαβᾶι καὶ Προίτου Ἰβιῶνος τοῦ Περὶ
Θήβας καὶ̣ Π̣οο̣νπώεως τοῦ Κοπτίτου καὶ τῆς τῶν παρεπιδημούν-
των καὶ [κατοι]κούντων ἐν ταύταις ξένων ὁμοίως παρασχιστείας
θεραπείας, ἀμφότεροι δὲ προσομολογοῦμεν μὴ θεραπεύσειν
τοὺς ἐκ τῶν ἀλλήλων ἀποδιε̣σταλμένων [κ]ωμῶν μηδὲ τοὺς
διαβαίνοντας καὶ ἐργαζομένους ἐν ταῖς ἑκάστ̣[ο]υ̣ κώμαις μηδὲ
λογεύσειν μήτε ὄσπριον μήτε οἶνον μηδʼ ἄλλο μηθὲν καθʼ ὁν-
τινοῦν τρόπον, μηδὲ μὴν ὁμοίως θεραπεύσειν μ̣ηδὲ λογεύ-
σειν το̣ὺ̣ς̣ κατοικοῦντας ἐν ταῖς ἀλλήλω[ν] κώμαι̣ς̣ ἀπὸ τοῦ
μ
(ἔτους)
μέχ̣ρι τ̣οῦ εἰς τ̣ὰ̣ς̣ ἰδίας αὐτῶν μετοικισθῆναι, μηδὲ ἐμοὶ ἐξεῖναι
<θεραπεύειν> τὰ μεταφερόμενα ἐκ Ποενπώεως εἰς Πώιν τῆς Λιβύης τοῦ
Κ̣ο̣π̣τ̣ίτο̣υ̣ σ̣ώ̣ματα διὰ τὸ μὴ ὑ̣πάρχειν ἐν τῆι σημαινομένηι κ̣ώμηι
ν[εκ]ρί[αν], ὁμοίως δὲ μηδὲ τῶι Ἀμενώθηι ἐξεῖναι θεραπεύε̣ι̣ν
τὰ ἐκ̣ τῆς Ποονπώεως ἀποθνήσκοντα σώματα, ἐμμένειν δὲ
ἀμφοτέρους ἐν τοῖς πρὸς ἑαυτοὺς διωμολογημένοις καὶ μὴ ἐξεῖναι
ἡ̣μ̣ῖ̣ν̣ παρ̣α̣συνγραφεῖν τι τῶ̣ν̣ προγεγραμμένων, εἰ δὲ μὴ, τὴν
ἔ̣φ̣ο̣δ̣ον ἄκυρον εἶναι καὶ προσαποτε[ῖ]σαι τὸν παρασυνγ̣ραφοῦντα
τῶι̣ ἐμμένοντι, καθʼ ὃ ἂν μέρος ἢ εἶδος παρασυνγραφήσηι, ἐπίτιμον
π̣αραχρῆμα χα(λκοῦ) νο(μίσματος) τά(λαντα)
λ
καὶ τὸ βλάβος κατὰ τὸν νόμον καὶ ἱερὰς τοῖς
βασιλεῦσι̣ν ἀργυρίου ἐπισήμου (δραχμὰς)
τ
καὶ μηθὲν ἧσσον κύρια εἶναι
τὰ διωμολογημένα, καθότι εὐδοκοῦντες πρὸς ἑαυτοὺς συνεχω-
ρ̣ή̣σ̣αμεν.
το[ῦ]τον δὲ τὸν τρόπον τῆς [ὁ]μολογίας ἐχού[σ]ης
ὁ Ἀμενώθης
ἀρχὴν τῆς ἀδικίας συνστησάμενος πρότερ̣ον μὲν ἀπογενομένου
ἐν τῶι Ἀμμωνιείωι Παμώνθου \τινὸς/ υἱοῦ, μετὰ [δ]ὲ τοῦτων
ἐγ
Λάτων
πό̣λεως μετενεχθείσης σκυτέως τινὸς θυγατρός, ἐξ Ἑρμών-
θ̣ε̣[ω]ς δὲ Φιλοκλέους υἱῶν δύο, ἑνὸς μὲν μετενεχθέντος νεκροῦ εἰς τὸ Ἀμμω(νιεῖον)
τοῦ δʼ ἄλλου ἐν τῶι Ἀμμωνιείωι τελευτή̣σαντος, ὁμοίως δὲ καὶ Σνιβλάιτος
τῶν ἀπὸ τοῦ Κόχλακος τοῦ Παθυρίτ̣[ου] μετενεχθέντος εἰς τὸ Ἀμμω-
νιεῖον τοῦ υἱοῦ αὐτοῦ καὶ ἐν τῶι Ἀμ̣μωνιε̣ίωι τελευτήσαντος οὔσης μιᾶς
τῶν ἐμοὶ ἀποδιεσταλμένων κωμῶν καὶ ἐμοὶ καθήκοντος τούτους ⟦
θεραπεῦσαι, ὁ Ἀμενώθης ἐθεράπευσεν
αὐτοὺς παρὰ τὸ καθῆκον . νυνὶ δὲ καὶ
ἐν τῶι
β
(ἔτει) Ἁθύρ. Ἑριέως τοῦ
Ἁρβήκιος, ὃς ἦν τοπ̣ογραμματεὺς
Πώεως τῆς Λιβύης τοῦ Κ̣ο̣π̣τίτου,
οὗπερ καὶ τὴν κατοικίαν εἶχ̣ε̣ν καὶ τὰ
ὑπάρχοντα αὐτῶι πάντα ἐστίν,
καὶ τρόπον τινὰ ὄντ[α] α̣ὐτοῦ τῶν ταλλα
τῆς Πώεως καὶ τῶν ἄλλ̣ω̣ν τῶν
ἐμοὶ ἀποδιεσταλμένων̣ κ̣ωμῶν,
καὶ μάλιστα τῶν ἐν τῆι Π̣ώει πραγμα-
τικῶν, καὶ τὸ πρεσβεῖον̣ ἔχοντο̣ς
παρὰ τοὺς ἄλλους̣ τοὺς̣ ἐ̣ν τῆι κώμηι
κατοικοῦντας καὶ ἅ̣π̣α̣ν̣τι διαφέρον-
τος, κατὰ δὲ τινὰ συντυχ̣ί̣αν τελευ-
τήσαντος \αὐτοῦ/ ἐν τῆι Διὸς̣ πόλει,
ὁ Ἀμενώθης πολλ̣ῶι̣ μ̣ᾶ̣λ̣λον ἐπ̣ερρω-
μένος τῆι τολμη̣ρίαι καὶ̣ τοῦτον
ἐθεράπευσεν βιαίωι ἀγῶν̣ι̣ καὶ αὐτο-
κρασίαι τινὶ ἐκφερόμ[ε]ν̣ο̣ς̣ κ̣α̣ὶ̣ ἀποστα-
τικῶι τρόπωι· καὶ ἑαυτῶι μεγάλην
ἐξουσίαν περιτι[θ]έ̣μ̣ε̣ν̣ος, ὑπὲρ ἑαυτὸν
φρονῶν, οὐ καθ̣ή̣κο[ντος] α̣ὐ̣τ̣ῶ̣ι̣ οὔτε
τοῦτον οὔτε τοὺ[ς ἄλλους] τοὺς προ-
γεγραμμένους̣ θ̣ε̣ραπεύ̣ειν οὐ̣δ̣ʼ ἐ̣φ̣άπτεσ-
θαι αὐτῶν οὐδʼ ἄλλ̣ου οὐθ̣ενὸς τῶν
ἐκ τῶν ἐμοὶ ἀπο̣διε̣σ̣τ̣α̣λ̣μένων κωμῶν,
τούτους
ἐμοὶ δὲ καθήκοντος,
θ
ε
ἐνο̣ς μου
τὸν βίον· καὶ τ
ν ἐκθλίβων
κατεγνωκὼς παν[τὸ]ς̣ τ̣ο̣ῦ̣ καλῶς ἔχον-
τος, παρασυνγραφῶ[ν] κα̣ὶ̣ τ̣ὰ̣ δ̣ι̣ὰ̣ τῆς
ὁμολογίας διεστ̣αλ̣μ̣[έν]α καὶ κατανω-
τιζόμενος τὰ δ̣ιʼ αὐτ̣[ῆ]ς̣ ἐπίτιμα καὶ
ἐν οὐθενὶ τιθέ̣μ̣ε̣[ν]ο̣ς̣ τὰ ἐξακολουθοῦν-
τα αὐτῶι̣ ἐ̣πίτι̣μ̣α̣ ὡ̣ς̣ ἂ̣ν εἴ τις ἀβασιλευ-
σίαι περιεχόμενος. διὸ ἀξιῶ ἀνακαλε-
σάμενον αὐτὸν ἐπα̣ν̣α̣γκάσαι τὸ δίκαιον
ὑποσχεῖν μοι καὶ πραχθῆναι αὐτὸν
τὰ ἐπίτιμα καὶ περὶ ἁ̣π̣άντων ἐκθεῖναί
μοι τὸ δίκαιον. πε̣ρ̣ὶ̣ δ̣ὲ̣ τῶν ἐσομένων
μοὶ βλαβ̣έων̣ με̣τ̣ὰ̣ τ̣αῦτα συνστήσομαι
τὸν πρὸς α̣[ὐτὸν] λό[γον].
εὐτύχει.

Latin

(No Latin text was found in the document.)

Translation into English

The document appears to be a legal or administrative text concerning the rights and responsibilities of certain individuals in relation to the city of Diospolis (Thebes). It discusses agreements made regarding the treatment of bodies and the obligations of the parties involved, particularly in the context of funerary practices and the handling of deceased individuals from various communities. The text also mentions penalties for violations of these agreements and emphasizes the importance of adhering to the established regulations.

Similar Documents