(ἔτους) α̣ [Αὐτοκράτο]ρ̣ος Καίσαρος Γαΐου Μεσ[σίου Κ]υ̣ί̣ντου Τραϊανοῦ Δεκ̣[ίου Ε]ὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Τῦβι κα. διαγρ(αφὴ) δι(ὰ) τῆς ἐν Ἑρμοῦ πόλ(ει) μισθ(ωτῶν) τρα(πέζης). Αὐρήλ(ιος) Μάξιμος ὁ καὶ Ἰκρελλιανὸς βουλ(ευτὴς) Ἑρμοῦ πόλ(εως) Αὐρ(ηλίοις) Ἀχιλλιανῷ τῷ καὶ Μαξίμῳ [καὶ] Ἑ̣ρμ[είνῳ τῷ καὶ Θέ]ω(νι) καὶ Δημητρίᾳ τῇ καὶ [Τινούτ]ι̣ καὶ Χαρίνᾳ τῇ καὶ Ἀ̣[ρτεμι]δ̣ώρᾳ ταῖς β χωρὶς κυρίου χρημ(ατιζούσαις) κατὰ τὰ Ῥωμ(αίων) ἔθη τέκ(νων) δικαίῳ εἰδ(υίαις) γρ̣(άμματα) τοῖς δ Ἑρμοῦ τοῦ καὶ Μαξίμου̣ γυμ(νασιαρχήσαντος) καὶ ἀρχιερατ(εύσαντος) γενομ(ένου) βουλ(ευτοῦ) Ἑρμοῦ πόλ(εως) Φ̣ρο(υρίου) λιβὸς μετὰ κουράτορος [Ἑρμείνου] τοῦ κα̣[ὶ Σαπρί]ω̣ν̣[ο]ς̣ Αὐρ(ηλίου) Διοσκόρ(ου) τοῦ καὶ Μενχή[ους συ]μ̣παρόν(τος) ταῖς θηλ(είαις) τῇ μὲν Δη̣[μ]ητρίᾳ τῇ καὶ Τινούτι τοῦ ἑαυ(τῆς) ἀνδ(ρὸς) Αὐρηλ(ίου) Ἀπόλλωνος τοῦ καὶ Ἀρείο̣υ̣ ἐξηγ(ητεύσαντος) καὶ ἀρχιερατ(εύσαντος) βουλ(ευτοῦ) τῆς αὐτῆς πόλ(εως), τῇ δὲ Χαρίνᾳ τῇ καὶ Ἀρτεμιδώρᾳ Αὐρ(ηλίου) Θέω(νος) Ἑρμείνου, [πεπρα]κ(έναι) αὐτ(οὺς) τὰς ὑ̣p̣[α]ρ̣χ(ούσας) α̣ὐ(τοῖς) περὶ Ἀρμῶτνιν ἐκ τ(οῦ) Τ[ι]μωνίδου κλ(ήρου) ἀπʼ (ἀρουρῶν) γ ϛ´ ἐν κοι(ναῖς) (ἀρούραις) θ 𐅵 γῆς κατοικικῆς ἀναιτήτου (ἀρούρας) γ ὧν τῷ μὲν Ἀχι̣λλια̣νῷ μέρη β ἀπομεριστά, τοῖς δʼ ἄλλοις β (*) τὰ λοιπ(ὰ) μέρη γ , ἃς παραδώσ(ουσι) κατʼ ἀγρ(ὸν) σπορί(μας) πλήρεις [τῷ τῆ]ς κατοικί(ας) δικαίῳ σχοι(νίῳ) καθαρ(ὰς) ἀπὸ βασιλ(ικῆς) καὶ παντὸς ἁπλῶς εἴδους τιμ(ῆς) ἀργυρ(ίου) (δραχμῶν) Α γί(νονται) ἀργυρ(ίου) (δραχμαὶ) Α <ἃς καὶ> αὐτ̣ό̣θι ἀπεσχήκ(εσαν) κατὰ τὰ μέρη παρὰ τοῦ ὠνουμ(ένου) κατὰ τῆνδε τὴν διαγρ(αφὴν) καὶ εἶναι περὶ αὐτ(ὸν) τὸν ὠνούμ(ενον) καὶ τοὺς παρʼ αὐτ(οῦ) τὴν τούτων κυρείαν [καὶ κρά]τ̣ησ(ιν) χρωμένους καὶ οἰκον(ομοῦντας) περὶ αὐτ(ῶν) καθʼ ὃν ἐὰν αἱρ(ῶνται) τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον ἐπὶ ταῖς ὑποκειμ(έναις) γει(τνίαις) καὶ λοιπ(οῖς) ο̣ρ̣υμ( ) καὶ ἐπηρωτηθ(έντες) ὡμολόγ(ησαν). (hand 2) Αὐρ(ήλιος) Ἀμωνίων τρ(απεζίτης) σεσημ(είωμαι). (hand 3) [Αὐρ(ήλιοι) Ἀ]χ̣ιλλιανὸς ὁ καὶ Μάξιμ̣[ος] κα̣[ὶ] Ἑρμεῖνος ὁ καὶ̣ Θ̣έ̣ων̣ καὶ Δημητρ̣ία ἡ καὶ Τινοῦτις καὶ Χαρῖνα ἡ καὶ Ἀρτ̣εμιδώρα αἱ δύο χωρὶς κυρίου χρηματίζ(ουσαι) τέκνων δικαίῳ κατὰ τὰ Ῥω- [μαίων ἔθη εἰδυῖ]αι γράμματα, οἱ δ Ἑρμοῦ̣ [το]ῦ̣ καὶ Μαξίμου γυμν̣[ασια]ρ̣χ̣ήσαντος καὶ ἀρχιε̣ρ̣ατεύσαντος γενομένου βουλευτοῦ Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀρ̣χαίας καὶ λαμπρᾶ̣ς καὶ σεμνοτάτη̣ς ἀναγραφόμενοι ἐπὶ [Φρουρίῳ λιβὸς με]τὰ κ̣ουρ̣ά̣τ̣ορος τοῦ Ἑρμ[είνο]υ τοῦ καὶ Σαπρίωνος̣ [Αὐρηλ]ίου Διοσκόρου τοῦ κ̣αὶ Μενχήους, συμπαρόντος ταῖς θηλείαις τῇ μὲν Δημητρίᾳ τῇ καὶ Τινούτι τοῦ ἑαυτῆς ἀνδρ̣ὸς Αὐρηλίου Ἀπόλλωνος [τοῦ καὶ Ἀρείου ἐξη]γητ(εύσαντος) καὶ ἀρχιε̣ρ̣[ατ(εύσαντος) βουλ(ευτοῦ) τ]ῆ̣ς̣ α̣ὐ(τῆς) π̣ό̣λ̣ε̣ως, τῇ δ̣[ὲ Χαρίνᾳ] τῇ καὶ Ἀρτε̣[μι]δ̣[ώρ]ᾳ Αὐρ(ηλίου) Θέωνος Ἑρμείνου, ἐπηκολουθήκαμεν τῇδε τῇ διαγραφῇ καὶ πεπράκαμεν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον [Αὐρηλ(ίῳ) Μαξίμῳ τῷ καὶ Ἰκρελλια]ν̣ῷ̣ β̣[ουλευτῇ τῆς αὐτ(ῆς)] π̣[ό]λ̣ε̣ω̣ς̣ [τὰς ἐπιβα]λ̣λ̣ούσας ἡμῖ̣ν̣ π̣ε̣ρ̣ὶ̣ Ἀρμῶτνιν ἐκ τοῦ Τιμων̣[ί]δου κλήρου ἀπʼ ἀ̣[ρο]υ̣ρῶν τριῶν ἕκτου ἐν κοιναῖς (ἀρούραις) ἐννέα ἡμισους (*) γῆς κατοικικῆς ἀναι- [τήτου (ἀρούραις) τρεῖς ὧν τῷ μὲν Ἀχι]λ̣λ̣ι̣[ανῷ μέρη δύο ἀπομεριστά, τοῖς δὲ] λ̣ο̣ι̣ποῖς ἐξ ἴσο̣υ̣ τ̣ὰ̣ λ̣οιπὰ [μ]ερὴ τρία , ἃς παραδώσομεν κατʼ ἀγρὸν σπ̣ορίμας πλήρεις τῷ τῆς κατοικίας δικαί̣ῳ̣ σχοινίῳ καθαρὰς ἀπὸ βασιλικῆς [καὶ παντὸς ἁπλῶς εἴδους, ὧν γείτονες - ca.40 - ] ἐκ γ ἀ̣ν̣έ[μων ἰδι]ωτικὰ ἐδάφη. τὴν δὲ πρὸς ἀλλήλους σ̣υμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς χιλίας γί(νονται) ἀργ(υρίου) (δραχμαὶ) Α [αὐτόθι ἀπεσχήκαμεν ἐκ πλήρους παρὰ τοῦ ὠνουμένου κατά τήνδε τὴν] δ̣ι̣α̣γ̣ρ̣[α]φ̣[ὴν καὶ εἶναι πε]ρ̣ὶ̣ αὐτὸ̣ν̣ τὸ̣ν̣ ὠ̣ν̣ο̣ύ̣[με]νον καὶ τ̣ο̣ὺ̣ς̣ παρʼ α̣ὐ̣τ̣ο̣ῦ̣ τὴν το̣ύ̣των κ̣υρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦν- [τας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον. πάντων δὲ τῶν δημοσ]ίων καὶ ἐπιμερισμ̣[ῶ]ν̣ τῶν μὲν ἔνπ̣[ροσθε]ν χρόνων μεχρὶ τοῦ διελθόντος ϛ (ἔτους) καὶ αὐτοῦ ϛ (ἔτους) ὄντων πρὸς ἡμᾶς [τοὺς πωλοῦντας, τῶν δὲ ἀπὸ τοῦ ἐνεστῶτος α (ἔτους) πρὸς σὲ τὸν ὠνούμε]νο̣ν διὰ [τοῦ εἶναι σαυ]τοῦ τὰ τοῦ α̣ὐ̣τοῦ α (ἔτους) ἐκ[φ]όρια καὶ φόρου[ς· τ]ῆ̣ς̣ βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης [ἡμῖν τοῖς πωλοῦσιν, καὶ μὴ ἐπελεύσεσθαι ἡμᾶς μηδὲ ἄλλον ὑπὲρ ἡμῶν ἐ]π̣ὶ τὸν ὠ[νούμενον μ]ηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ περὶ μηδε̣ν̣ὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί, ἐὰν δὲ ἐπέλθωμεν ἢ μὴ βε- [βαιώσωμεν, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσομεν ἢ ὁ ὑπὲρ ἡμῶν ἐπε]λ̣ευσόμ[ενος τῷ ὠνουμ]ένῳ ἢ τ[οῖς] παρʼ αὐτοῦ̣ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτείμου (*) ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ [δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία. περὶ δὲ τοῦ ταῦτ]α̣ οὕτω[ς ὀρθῶς καὶ καλ]ῶς γεν̣[έ]σ̣θαι ἐπ̣η̣ρ̣ω̣τηθ (*)(έντες) ὡμολογ(ήσαμεν). ἔτους α Αὐτοκράτορος Καίσαρος Γαΐου Μεσσίου Κυίντου Τραϊανοῦ [Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Τῦβι κα. (hand 4) Αὐρ(ήλιος) Ἀχιλλιανὸς ὁ καὶ Μάξιμος Ἑρμοῦ τοῦ καὶ Μαξίμου πέπρακα κα]ὶ ἀπέσ̣χ̣[ον τὴν τιμὴ]ν καὶ βε̣[β]α̣ιώσω̣ ὡς πρόκιτ[α]ι. (hand 5) Αὐ̣ρ̣[ή]λ(ιος) Ἑρμεῖνος ὁ καὶ Σαπρίων
None found in the document.
The document appears to be a legal or administrative text from the Roman period, detailing agreements and transactions related to land and property, including the distribution of land among various individuals, the payment of taxes, and the responsibilities of those involved. It mentions various officials and their roles, as well as the legal framework governing these transactions.