δεκαπρώτοις
τοπαρχίας Ἡρακλείδου μερίδος
παρὰ Οὐαλερίων
Διογένους καὶ Λογ’γείνου καὶ Κλημεντείνου ἀμφοτέ-
ρων Λουκρητίου Ἀντινοέων. ὑπαρχουσῶν ἡμεῖν
περὶ κώμην Φιλα-
δελφίαν ἐπὶ μὲν τῆς σφρ(αγῖδος) σειτικῶν
σπόρου ἀρουρῶν ὀκτὼ ἡμίσους
ἐπὶ δὲ τῆς σφρ(αγῖδος) ἀβρόχου ἀρουρῶν τεσσάρων ἡμίσους
σφρ(αγῖδος) ἀβρό-
χου ἀρουρῶν ἑπτὰ δενδρικῶν ἀρουρῶν δέκα ἐκ μέρους ἐγλελιμ-
μένων
σφρ(αγῖδος) ὁμοίως δενδρικῶν ἀρουρῶν ἑπτὰ ἀφʼ ὧν ἄρουραι
τρε̣ῖς ἐ̣κ̣κ̣ε̣κ̣ομμέναι
σφρ(αγῖδος) δεν̣δρικῶν ἀρουρῶν ἓξ ἡμίσους καὶ ἐξ ὅλων
ἐκκ[ε]κομμενου
ἀρουρῶν δύο ὁ τῆς κώμης πραγματικὸς ἴσ̣ως κα[τ]ὰ
πλάνην ἔταξεν διὰ τοῦ προτεθέντος κατʼ ἄνδρα βιβλίου ἐπὶ μ̣ὲ̣ν
τῆ̣ς̣ σφρ(αγῖδος) ὅλας σπόρου ἀρούρας ἐννέα ἥμ̣ισυ [ὄγ]δοον πλείω προσγρ̣ά-
ψ[α]ς ἄρουραν μίαν ὄγδο̣ον
ἐπὶ δὲ τῆς σφρ(αγῖδος) ὅ̣λ̣ας ἀβρόχου ἀρούρας
ἓξ̣ προσποιήσας ἄρουραν μίαν ἥμισυ καὶ ἐπὶ τῆς
ζ̣ σφρ(αγῖδος) ὅλας ἀβρό-
χ[ου] (ἀρούρας)
δενδρικὰς ἀρούρας ἕνδεκα ἥμισυ προσγράψας ἀβρόχου
μ̣[ὲν] ἀρούρας ὀκτὼ
ἥμισυ δενδρικὴν δὲ ἄρουραν μ̣ίαν ἥμισυ
[σφρ(αγῖδος)] ὅ̣λας δενδρικὰς ἐπʼ ὀνομάτων ἡμῶν κ̣αὶ τῆς κατ[ὰ] μ̣ητέ̣[ρ]α̣
[ἡμῶ]ν μάμμης Ἁρσοῦτος ἀρούρας δέκα ἥμ̣ι̣σ̣υ δυοτρι̣ακ̣[οσ]τ̣[ὸν π]ρο̣σ-
[ποι]ή̣σ̣ας ἀρούρ̣ας τρεῖς ἥμ[ισ]υ δυοτριακοστὸν
σφρ(αγῖδος) ἐπὶ
τῶν αὐ-
τῶν ὀνομάτ̣ων δενδ̣ρ]ι̣κ̣ὰς ἀρούρας εἴκοσι τρ̣[εῖ]ς ἥμισυ προσ-
ποιήσας ἀρούρ̣α̣ς δεκαπ̣[έ]ν̣τε, κουφίσας ἀφʼ ὧν̣ [ἔχο]μ̣ε̣ν ἐπὶ τ̣ῆ̣ς̣
[α]ὐτῆς σφρ(αγῖδος) σ[ει]τικῶν
ἀβρόχου ἀρουρῶν ἑπτὰ ἀρούρας τριῖς
ἥμισυ .
ὅθεν, οὐκ ὀλίγ̣ου ὄντος τοῦ ἀδικήματος, τὴν ἐπίδοσιν τῶν βι-
βλειδίων
ποιούμεθα
μαρτυρούμενοι κατὰ τὰ κελευσθέντα ὑ-
π[ὸ] Κ[λ]αυδίου [Μ]αρκέλλου τοῦ διασημοτ[ά]του καθολικοῦ καὶ Μ̣α̣ρκί̣ο̣υ
Σαλουταρίου [το]ῦ κρατίστου ἐπ[ι]τρόπου̣ [τ]ῶν Σεβαστῶν καὶ ἀξιοῦ-
μεν συνπαρεῖναι ὑμεῖν
γεινομένοις ἐπὶ τὴν αὐτοψίαν τὸν
τε πραγματικὸν καὶ ὁριοδίκτην
καὶ τὴν ἀκριβῆ ἀναμέτρησιν
ποιήσασθαι πρὸς τὸ φανερᾶς γενομένης τῆς̣ κ[α]θʼ ἡμῶν ψευ-
δογραφίας μηδεμίαν ζήτησιν φόρων περὶ ὧ̣ν̣ ἐν πλεονασ-
μ̣ῷ̣ ἔταξε̣ν πρὸς ὑμ[ᾶς]
[γ]ε̣ν̣έ̣σ̣θαι τηρουμ̣έν[ου ἡ]μ̣ῶ̣ν τοῦ δικ̣α̣ί-
ο̣υ τῆς κτήσ̣ε̣ως.
διευτ̣υχ̣ε̣ῖτε.
ἔ̣[τους] Α̣ὐ̣[τ]οκράτο̣ρο̣ς Καίσ̣[α]ρ̣ο̣[ς] Μ̣άρκ̣ο̣υ Ἰουλ[ίου Φιλίππου Εὐσεβοῦς]
[Εὐτυχοῦς] καὶ [Μ]άρκου [Ἰο]υλ[ί]ου Φιλ[ί]π̣π̣[ο]υ γενναι[οτάτου καὶ ἐπιφανεστάτου]
[Καίσαρος] Σ̣εβ̣α̣στῶν̣ Παῦν[ι]
Apparatus
corr. ex διαλεριων
λογ’γεινου papyrus
l. ἡμῖν
l. σιτικῶν
l. ἐκλελειμ|μένων
l. ἐκκεκομμένων
corr. ex ηγδοον
corr. ex οκτη
l. σιτικῶν
l. τρεῖς
l. βι|βλιδίων
corr. ex
l. ὑμῖν
l. ὁριοδείκτην
l. ἡμ[ᾶς]
λογ’γεινοσ papyrus